# In Platonis Timaeum Commentaria 3.18.1

Proclus, In Platonis Timaeum Commentaria, 3.18.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.18.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.18.1

ἀπετέλεσεν, ἐπὶ δὲ τούτῳ τὸν χρόνον ἐπέστησεν αὐτῷ, δῆλον δήπουθεν ὅτι καὶ ψυχῆς καὶ τῆς διὰ τὸ ψυχὴν ἔχειν εὐ-δαίμονος ζωῆς ὑπέρτερον ἂν εἴη τι ὁ χρόνος καὶ τὸ κατὰ χρόνον ἀφοριζόμενον περιοδικῶς ζῆν. ὥστ’ οὐκ ἂν εἴη τι τοιοῦτον, οἷον οἱ πολλοὶ φασιν, ὁ χρόνος, ἀλλὰ θειοτέραν ἂν ἔχοι καὶ ψυχῶν καὶ τῶν ψυχικῶν ἀγαθῶν τὴν οὐσίαν. τοῦτο μὲν οὖν καὶ αὐθις [p. 27, 18ss] ἡμεῖς διὰ πλειόνων πιέσομεν ἐπιβολῶν. ἐφεπόμενοι δὲ τῇ λέξει νοεῖν μὲν αὐ-C τὸν τὴν τε ζωὴν καὶ τὴν κίνησιν καὶ τὴν τάξιν καὶ τὴν εἰδοποιίαν τοῦ παντὸς οὐκ εἰς αὐτὸν ὁρῶντα τὸν κόσμον 10 φήσομεν (οὐδὲ γὰρ ὅλως νοητὸς ἐστι καθ’ ὅλον ἑαυτὸν ὁ κόσμος, μᾶλλον δὲ δόξη μετ’ αἰσθήσεως ἀλόγου κατὰ τὸν ὄγκον δοξαστός, οὐδ’ ὁ δημιουργὸς ἔξω που ταῖς ἑαυτοῦ νοήσεσι φέρεται, πᾶς δὲ εἰς ἑαυτὸν ἐπέστραπται), ἀλλ’ ὅτι νοῶν ἑαυτὸν καὶ ἔχων ἐν ἑαυτῷ τὴν γεννητικὴν 15 αἰτίαν τῶν ὅλων καὶ τὴν προνοητικὴν αὐτῷ τῷ ἑαυτὸν νοεῖν τὴν τε οὐσίαν τῶν ἑαυτοῦ γεννημάτων θεωρεῖ καὶ τὴν τελείωσιν. τῶν δὲ αἰδίων θεῶν ἄγαλμα φησι γεγεν-20 σθαι τὸν κόσμον, οὐχ ὅτι τῶν ἐγκοσμίων ἐστὶν ἄγαλμα θεῶν (οὐ γὰρ περὶ τοῦ σωματοειδοῦς μόνον λέγει τοῦ παν-25 τός, ἀλλὰ καὶ περὶ τοῦ ἐμψύχου καὶ ἔννου ζῷου, ὃ δὴ καὶ τοὺς ἐγκοσμίους ἐν ἑαυτῷ περιέχει θεούς), ἀλλ’ ὅτι τῶν νοητῶν ἐστι θεῶν ἄγαλμα· πληροῦται γὰρ ἐξ αὐτῶν θεό-τητος, καὶ εἰσιν αἱ εἰς αὐτὸν προόδοι τῶν ἐγκοσμίων θεῶν ὥσπερ ὄχετοί τινες καὶ ἐλλάμπσεις τῶν νοητῶν θεῶν, καὶ 30 ταύτας ὁ κόσμος ὑποδέχεται τὰς προόδους οὐ μόνον κατὰ D τὸ οὐράνιον αὐτοῦ μέρος, ἀλλὰ καὶ κατὰ πάντα ἑαυ-τόν· καὶ γὰρ ἐν ἀέρι καὶ ἐν γῇ καὶ ἐν θαλάττῃ θεῶν εἰσὶ παρουσίαι χθονίων καὶ ἐνυδρίων καὶ ἀερίων. καθ’ ὅλον οὖν ἑαυτὸν ὁ κόσμος πληροῦται θεότητος καὶ διὰ τοῦτο ἄγαλμά ἐστι καθ’ ὅλον ἑαυτὸν τῶν νοητῶν θεῶν, αὐτοὺς μὲν οὐχ ὑποδεχόμενος τοὺς νοητοὺς θεοὺς (οὐδὲ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
