# In Platonis Timaeum Commentaria 3.18.3-3.19.29

Proclus, In Platonis Timaeum Commentaria, 3.18.3 to 3.19.29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.18.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.18.3

18 δὲ ci s : τε ll. 20 σώματος σωματοειδοῦς D μόνον D fort. γὰρ τὰ ἄγαλματα τὰς οὐσίας τὰς ἐξηρημένας τῶν ὅλων ὑπο- δέχεται [τῶν] θεῶν), ἀλλ’ ἐκλάμψεις ἐκεῖθεν ἐποχτευομένας, δευτέραις τάξεσι, πρὸς ὅς ἔχει συμμετρόως, ἐξ αὐτῶν ἀπο- γεννωμέναις κατακοσμούμενος. ὅτι δὲ αἰδίους θεοὺς τοὺς νοητοὺς λέγει πάντας καὶ οὐχὶ τοὺς ἐν αὐτῷ ὄντας, φανε- ρὸν ἐποίησεν εὐθέως ἐπαγαγὼν· καθάπερ οὖν αὐτὸ τυγ- χάνει ζῷον αἰδίον <ὄν>, λέγων αὐτὸ δῆλον ὅτι τὸ νοη- τόν. τίνες δὲ οἱ νοητοὶ θεοί, λάβοιμεν ἂν ἐκ διαιρέσεως· ἢ γὰρ πρὸ τοῦ αὐτοζῶου ληπτέον αὐτοὺς ὄντας, ἢ ἐν τῷ αὐτοζῷῳ, τὰς οἷον μονάδας τῶν ἰδεῶν ἐκεῖ τῶν τεσσάρων, ἢ μετὰ τὸ αὐτοζῷον. πρὸ μὲν οὖν τοῦ αὐτοζῶου τάττειν αὐτοὺς γελοῖον (εἰὲν γὰρ ἂν καὶ τὸν αἰῶνα περιέχοντες, ὅ μήπω φησὶν ὁμοιῶσθαι τὸ πᾶν), ἐν δὲ τῷ αὐτοζῷῳ τάττειν αὐτοὺς ἀδύνατον· τὸ γὰρ πᾶν <εἰ, ὅς> φησι, μηδενὶ τῶν ἐν μέρους εἴδει περιεχομένων ὑπὸ τοῦ παντελοῦς ζῷου ἔστιν ἄγαλμα, οὐκ ἂν εἴεν οἱ νοητοὶ καὶ αἰδίοι οὗτοι θεοί· οὐ θεοὶ γὰρ αἱ ἐν μέρους εἴδει περιεχόμεναι ἰδέαι ὑπὸ τοῦ παντελοῦς ζῷον. λείπεται οὖν εἶναι τοὺς αἰδίους θεοὺς μετὰ τὸ αὐτοζῷον, πάντας ὄντας τοὺς μεταξύ τοῦ τε νοητοῦ παραδείγματος καὶ τοῦ δημιουργοῦ· πᾶσι γὰρ αὐτοῖς ἔοικε τὸ πᾶν, καθ’ ὅσον καὶ ἐκείνων ἕκαστος τῆς ὁλότητος τοῦ κόσμου περιέχει τὸ εἶδος. τοῦτο μὲν οὖν δέδεικται, καὶ μά- την ἄρα ὑπέλαβόν τινες αἰδίους λέγεσθαι θεοὺς τὰς ἐν τῷ αὐτοζῷῳ περιεχομένας ἰδέας, αἷς οὐ βούλεται τὸ πᾶν ὁμοι- ῶσθαι· καὶ γὰρ πῶς ἔμελλεν ἐκείνων ἄγαλμα τὸ πᾶν ἀπο- καλεῖν, αἷς μηδέπω κατὰ τὴν τοῦ λόγου τάξιν ὁμοίωσε τὰ πληρώματα τοῦ παντός; ὕστερον γὰρ τοῦτο ποιεῖ προελθὼν, ὅνικ’ <ἂν> καὶ τὰ μερικὰ παράγῃ πληρώματα τοῦ παντός· ὥστε οὐκ ἂν εἴπεν ἄγαλμα ἐκείνων τὸ πᾶν ἤδη γεγονός, ἀλλ’ εἴπερ ἄρα, ‘ἔσόμενον’. ἄγαλμα δ’ οὖν ἔστιν ὁ κόσμος

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
