# In Platonis Timaeum Commentaria 3.183.1

Proclus, In Platonis Timaeum Commentaria, 3.183.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.183.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.183.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [prooemium] αὐτῶν ὀνομάτων ἐκάτερα τὰ γένη περιέλαβε, καὶ ἔοικε καὶ διὰ ταύτην τὴν αἰτίαν τοὺς αὐτοὺς καὶ δαίμονας καλέσαι καὶ θεούς, ἵνα νοῶμεν καὶ τὸ δαιμόνιον γένος μετὰ τῶν θεῶν τούτων ὁμοῦ συννηρημένον καὶ τὰ ὀνόματα ὡς δαιμοσι καὶ θεοῖς ἐφαρμόζωμεν. καὶ τοῦτο καὶ ἐν ἄλλοις πεποίηκε, τὸ πανταχοῦ διατείνον τῆς θεωρίας ἐπιδεικνύμενος καὶ τὸ τῆς ἐπιστήμης ὄμμα τὸ πάντα ὁμοῦ καὶ συνεχῆ θεωροῦν. δῆλον δὲ αὐ, ὅτι καὶ τὴν κατ’ εἶδος διάκρισιν τῶν γενῶν τούτων φυλάξομεν, πάντα μὲν γενεσιουργὸν θεὸν κατ’ αὐτὴν ὁρῶντες τὴν ἀγαθότητα, νοῦν περὶ ἑαυτὴν ἔχουσαν καὶ ψυχὴν καὶ σῶμα θεῖον, καταλάμπονσαν δὲ καὶ E τούτων τινὰ μοῖραν τῶν ὑπὸ σελήνην, καὶ ταύτῃ πλεονάσαντα τὰ ὑπὸ σελήνην τῶν οὐρανίων, πάντα δὲ δαίμονα τῶν ἡμετέρων κρείττονα ψυχῶν καὶ νοερῶν ἔχοντα ψυχὴν καὶ ὄχημα αἰθέριον, ὅπου γε καὶ τῆς ἀνθρωπίνης ψυχῆς ἐξήρηται τι τοιοῦτον, ὡς αὐτὸς φησιν· ἐμβιβάζαι γοῦν εἰς ὄχημα καὶ αὐτὴν φησι [41 DE] τὸν δημιουργόν· καὶ γὰρ πᾶσαν ψυχὴν ἀνάγκη πρὸ τῶν θνητῶν σωμάτων ἀδίοις καὶ ἀεικινήτοις καὶ κυκλοφορητικοῖς τισι χρήσθαι σώμασιν, ὡς κατ’ οὐσίαν ἔχουσαν τὸ κινεῖν. εἴρηται δὲ καὶ περὶ τῶν ἀλόγων δαιμόνων ἐμπροσθεν [p. 157 ss] ἡμῖν, τίνας αὐτῶν οἴεσθαι δεῖ τοὺς ὑποστάτας· ἐπεὶ περὶ γε τῶν λογικαῖς ψυχαῖς χρημένων δῆλον, ὡς καὶ τούτων τὸν δημιουργὸν αἰτιατέον. καὶ μήποτε διὰ ταῦτα, ὡς εἴρηται, καὶ ποτὲ μὲν καλεῖ δαίμονας οὓς ὑφιστάνειν μέλλει, ποτὲ δὲ θεούς, οὐ μόνον ὡς τῶν μὲν οὐρανίων, καὶ εἰ δαίμονες εἰεν, ὀφειλόντων καλεῖσθαι θεῶν, τῶν δὲ ὑπὸ σελήνην, καὶ εἰ θεοὶ εἰεν, δαιμόνων, ἀλλὰ καὶ πρὸς τούτοις ἵνα κοινὸς ποιήσῃ τοὺς περὶ αὐτῶν λόγους τοῖς τε θεοῖς τοῖς γενεσι- F ουργοῖς καὶ τοῖς προσεχῶς αὐτῶν ἐξημμένοις δαίμοσι. τοῦτον μὲν οὖν καὶ ἄλλας εἴπομεν αἰτίας οὐκ ἀπιθάνους. Λοιπὸν δὲ περὶ αὐτῶν τῶν θεῶν τούτων, ὧν ἐμνημό-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
