# In Platonis Timaeum Commentaria 3.184.1

Proclus, In Platonis Timaeum Commentaria, 3.184.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.184.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.184.1

νευσεν δὲ Πλάτων, ὁποίας ἔχειν ἐννοίας προσήκει ζητεῖν, διότι καὶ τῶν παλαιῶν οἱ μὲν εἰς μύθους τὸν περὶ αὐτῶν λόγον ἀνήνεγκαν, οἱ δὲ εἰς πάτρια πόλεων, οἱ δὲ εἰς φυλακ<ικ>ὰς δυνάμεις, οἱ δὲ εἰς ἠθικὰς ἀποδόσεις, οἱ δὲ εἰς ψυχάς. οὕς καὶ ὁ θεῖος Ἰάμβλιχος αὐτάρκως διήλεγχεν ὡς τῆς τε τοῦ Πλάτωνος διανοίας ἀμαρτόντας καὶ τῆς τῶν πραγμάτων ἀληθείας. ζητεῖον δ’ οὖν τοῦτον τὸν τρόπον, ὅτι Πυθαγόρειος ὢν ὁ Τίμαιος ἑπεταὶ ταῖς τῶν Πυθαγορείων ἀρχαῖς. αὗται δὲ εἰσιν αἱ Ὀρφικαὶ παραδόσεις· ἃ γὰρ Ὀρφεὺς δι’ ἀπορρήτων λόγων μυστικῶς παραδέδωκε, ταῦτα Πυθαγόρας ἐξέμαθεν ὀργιασθεὶς ἐν Λεβήθροις τοῖς Θρακίοις Ἁγλαοφάμῳ τελεστᾷ μεταδόντος ἤν περὶ θεῶν Ὀρφεὺς σοφίαν παρὰ Καλλιόπης τῆς μητρὸς ἐπινύσθη· ταῦτα γὰρ αὐτὸς φησιν ὁ Πυθαγόρας ἐν τῷ Ἱερῷ λόγῳ. τίνες οὖν αἱ Ὀρφικαὶ παραδόσεις [frg. 85], ἐπειδήπερ εἰς ταύτας ἀναφέρειν οἴομεθα χρῆναι τὴν τοῦ Τιμαίου περὶ θεῶν διδασκαλίαν; θεῶν βασιλέας παραδέδωκεν Ὀρφεὺς κατὰ τὸν τέλειον ἀριθμὸν τῶν ὅλων προεστηκότας Φάνητα Νύκτα Οὐρανὸν Κρόνον Δία Διόνυσον· πρῶτος γὰρ ὁ Φάνης κατασκευάζει τὸ σκῆπτρον· καὶ πρῶτος βασιλεύσε περικλητὸς Ἥρικεπαῖος· δευτέρα δὲ ἡ Νύξ, δεξαμένη παρὰ τοῦ πατρός, τρίτος δὲ <δ> Οὐρανὸς παρὰ τῆς Νυκτός, καὶ τέταρτος ὁ Κρόνος, B βιασάμενος, ὡς φασί, τὸν πατέρα, καὶ πέμπτος ὁ Ζεύς, κρατήσας τοῦ πατρός, καὶ μετὰ τοῦτον ἕκτος ὁ Διόνυσος. οὗτοι δὴ πάντες οἱ βασιλεῖς ἄνωθεν ἀπὸ τῶν νοητῶν καὶ νοερῶν ἀρξάμενοι θεῶν χωροῦσι διὰ τῶν μέσων τάξεων καὶ ἐς τὸν κόσμον, ἵνα καὶ τὰ τῆδε κοσμήσωσι· Φάνης γὰρ οὐ μόνον ἐστὶν ἐν τοῖς νοητοῖς, ἀλλὰ καὶ ἐν τοῖς νοεροῖς, ἐν

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
