# In Platonis Timaeum Commentaria 3.187.1-2

Proclus, In Platonis Timaeum Commentaria, 3.187.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.187.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.187.1-2

ἤγαγε καὶ τὴν γῆν, ἣν ἐντὸς αὐτοῦ πρεσβυτάτην ἐξύμνησε [40 C], καὶ ἀπὸ τούτων ἄρχεται τῆς θεογονίας τῶν ὑπὸ σελήνην θεῶν. ταῦτα μὲν οὖν διὰ τῶν ἐπομένων, εἰ ταύτῃ τοῖς θεοῖς φίλον ἐστίν, ἔστω κατάδηλα. νῦν δὲ τοσοῦτον προσθέντες τοῖς εἰρημένοις ἐπὶ τὴν λέξιν χωρῶμεν, ὅτι δὴ καὶ κατὰ τοὺς εἰρημένους μὲν τρόπους δεῖ ταῦτα πάντα τὰ ὀνόματα θεωρεῖν, θείως ἢ δαιμονίως, καὶ κατὰ τὰς λήξεις δὲ τὰς ἐν τοῖς τέτράσι στοιχείοις· ἐστι γὰρ ἡ ἐννεὰς αὕτη καὶ ἐν αἰθέρι καὶ <ἐν> ὕδατι καὶ ἐν γῇ καὶ ἐν ἀέρι παντοίως, κατὰ τε τὴν θείαν ἰδιότητα καὶ κατὰ τὴν δαιμόνιον, καὶ πάλιν τὰ αὐτὰ <ἐν ὕδατι> ἐνυδρίως καὶ ἐν <ἀέρι> ἀερίως καὶ δὴ καὶ ἐν γῇ χθονίως, ἵνα πάντα ἢ πανταχοῦ παντοίως· εἰσὶ γὰρ καὶ τρόποι τῆς προνοίας πολλοὶ θεῖοι καὶ δαιμόνιοι καὶ λήξεις πλείους κατὰ τὴν τῶν στοιχείων διαίρεσιν, πανταχοῦ δὲ πάντων ὄντων ὁ τοῦ ταυτοῦ καὶ ὁμοίου πάλιν ἀριθμὸς ἀναφανήσεται. ταῦτα καὶ περὶ τούτων. αὐτὴν δὲ τὴν λέξιν ἐκθεμένοις κατὰ δύναμιν ἕκαστον αὐτὸ καθ’ ἑαυτὸ βασανιστέον.

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
