# In Platonis Timaeum Commentaria 3.19.34

Proclus, In Platonis Timaeum Commentaria, 3.19.34. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.19.34
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.19.34

τοῦ D 5 κινοῦμενον καὶ ζῶν καὶ θεότητος πλήρες καὶ χορματίζον πᾶσι τοῖς ἐντὸς ἑαυτοῦ καὶ τοῦ σώζοντος τὰ πάντα καὶ πληρουμένον ἀθρόως μὲν ἀπάντων ἀγαθῶν ἀπὸ τοῦ πατρός, ἰδίᾳ δὲ παρὰ φύσεως μὲν μᾶλλον κίνησιν δεχόμενον, παρὰ ψυχῆς δὲ κίνησιν καὶ ζωήν, παρὰ νοῦ δὲ νόησιν καὶ ζωήν καὶ τὴν τῶν ἐγκοσμίων θεῶν ὑποδοχήν, παρ’ αὐτῶν δὲ λοιπὸν τῶν ἐγκοσμίων θεῶν ἀληθέστατον ἄγαλμα τῶν νοητῶν θεῶν ἀποτελούμενον. καὶ πάλιν καὶ ἐκ τούτου δῆλον, ὅπως τὸν δημιουργὸν κατὰ τοὺς ἄκρους ἰδρύει τῶν τελεστῶν, ἄγαλματοποιὸν αὐτὸν ἀποφαίνων τοῦ κόσμου, καθάπερ ἔμπροσθεν ὀνομάτων ποιητὴν θείων καὶ χαρακτήρων θείων ἐκφαντικόν, δι’ ὧν τὴν ψυχὴν ἔτελεσε· ταῦτα γὰρ καὶ οἱ τῷ ὄντι τελεσταὶ δρῶσι, διὰ χαρακτήρων καὶ ὀνομάτων ζωτικῶν τελούντες τὰ ἄγαλματα καὶ ζῶντα καὶ κινοῦμενα ἀποτελούντες. εἰκότως οὖν ἄγαται τὴν ἑαυτοῦ δημιουργίαν ὁ πατὴρ τῶν ὅλων, εὐφραινόμενος ἐπ’ αὐτῇ, ὅτι μᾶλλον ὁμοιοτέραν αὐτὴν ἀποτελεῖ τῷ παραδείγματι, ἄγαται δὲ καὶ θαυμάζει οὐ τὸ προελθὸν καὶ δι’ αὐτὸν τοιοῦτον ἀποτελεσθέν, ἀλλὰ τὴν ἑαυτοῦ δύναμιν τὴν ἐξ ἀτάκτως κινοῦμένου καὶ πλημμελῶς εὐτάκτον καὶ ἔμψυχον καὶ ἔννουν καὶ ἔνθεον τὸ πᾶν ἀπεργασαμένην, καὶ ὥσπερ ἑαυτὸν γιγνώσκων οἶδε τὸν κόσμον, οὕτω τὴν δημιουργικὴν ἑαυτοῦ θαυμάζων δύναμιν ἄγαστὸν ποιεῖ τὸ δημιούργημα καὶ ἀληθινὸν ἄγαλμα τῶν αἰδίων θεῶν· καὶ γὰρ πῶς τὸ ἄγαλμα παρὰ τὸ ἄγάλλεσθαι τὸν θεὸν ἐπ’ αὐτῷ λέλεκται. ἄγαλλεται δὲ οὐ χαίρων ἐπὶ τῷ ἔξω κειμένῳ πράγματι (πῶς γὰρ ἔξω βλέπει νοῦς ὢν;), ἀλλὰ πληρουμένης τῆς ἀγαθοειδοῦς ἑαυτοῦ βουλήσεως καὶ προιοῦσης αὐτῆς τῆς ἀγαθοργοῦ δυνάμεως εἰς μετάδοσιν ἄφθονον καὶ χορηγίαν τῶν τελειοτέρων ἀγαθῶν· ὁ καὶ αὐτὸς ἐνεδείξατο ἰκανῶς εἰπών· καὶ εὐφρανθεὶς ἔτι δὴ μᾶλλον ὁμοιον πρὸς τὸ παράδειγμα ἐπενόησεν ἀπεργάσασθαι· εὐφραίνεται μὲν γὰρ πρῶτως κατὰ τὴν

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
