# In Platonis Timaeum Commentaria 3.191.1

Proclus, In Platonis Timaeum Commentaria, 3.191.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.191.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.191.1

ἐκ τοῦ ἀγαθοῦ ἐφήκει διὰ τοῦ οὐρανοῦ πᾶσι τοῖς νοεροῖς, οὕτω δὴ καὶ ἐνταῦθα τοῖς γενεσιουργοῖς θεοῖς τε καὶ τοῖς κρείττοσι γένεσιν ἀπὸ τοῦ δημιουργοῦ καὶ τῆς ἀκρότητος τῶν ἐγκοσμίων ὁ ὄρος ἐφήκει, λέγω δὴ τῆς τοῦ οὐρανοῦ F συνοχικῆς μεσότητος· ταύτην γὰρ ἔλαχε τὴν τάξιν ὁ πανταχοῦ προϊὼν οὐρανός, ὅπου μὲν ἠνωμένως καὶ κρυφίως, ὅπου δὲ ἐκφανῶς καὶ διηρημένως· ὅπου μὲν γὰρ ψυχαῖς ἐπιφέρει τὸν ὄρον, ὅπου δὲ τοῖς τῆς φύσεως ἔργοις, ὅπου δὲ ἄλλως ἄλλοις, καὶ ἐν ἀέρι μὲν πρῶτως, ἐν δὲ ταῖς ἐνυδρίοις τάξεσι δευτέρως, ἐν δὲ τῇ γῇ καὶ τοῖς χθονίοις ἔργοις ἔσχατως. εἰσὶ δὲ καὶ συμπλοκαὶ τούτων· ἄλλο γὰρ τὸ θεῖως ἐν ἀέρι καὶ τὸ δαιμονίως [καὶ] ἐπὶ γῆς· ὅπου μὲν γὰρ ὁ τρόπος ὁ αὐτὸς ἐν διαφόροις τάξεσιν, ὅπου δὲ ὁ τρόπος ἕτερος ἐπὶ μιᾶς λήξεως. ταῦτα μὲν οὖν περὶ τῆς οὐρανοῦ δυνάμεως. Ἐπὶ δὲ τὴν γῆν μετὰ τοῦτον τραπό-μενοι καὶ παρακαλέσαντες αὐτὴν συνεφάψασθαι τῶν περὶ αὐτῆς λόγων ἡμῖν πάλιν ἀπὸ τῆς πρώτης αὐτῆς ἐκφάνσεως τὸν περὶ αὐτῆς ὄρον ἀποδῶμεν. ἐκεῖνη μὲν οὖν ἐν ταῖς μέσαις τριάσιν ἐκφανείσα τῶν νοερῶν θεῶν ἅμα οὐρανῷ τῷ συνοχεῖ τῶν ὅλων νοερῶν θεῶν ἀνὰ λόγον τε πρόεισι πρὸς τὴν νοητὴν γῆν, ἣν καὶ πρωτίστην εὑρίσκομεν τῶν νοερῶν τριάδων, καὶ ὡς ἐν ζωογόνοις τάξεσιν ἀφομοιοῦται πρὸς τὴν ἀπειρίαν τὴν πρώτην, ἔστι δὲ ὁ ἐκδόχιος κόλ-πος τῆς οὐρανοῦ γεννητικῆς θεότητος καὶ τὸ μέσον κέντρον τῆς ἐκείνου πατρικῆς ἀγαθότητος, συμβασιλεύουσα αὐτῷ καὶ οὖσα δύναμις αὐτοῦ πατρὸς ὄντος. ἡ δὲ ἀνὰ λόγον αὐτῇ καὶ ἐν τοῖς ὑπὸ σελήνην προϊσταμένη γῆ οἷον δυνάμεις ἐστι γόνιμος τοῦ οὐρανοῦ, τὴν πατρικὴν αὐτοῦ καὶ ὁριστικὴν καὶ μετρητικὴν καὶ συνοχικὴν πρόνοιαν ἐκφαίνουσα, καὶ B γονίμοις ἐπὶ πάντα διατείνουσα <δυνάμεσιν>, αὐτὴ τὴν ἀπειρίαν πᾶσαν τῶν ὑπὸ σελήνην ἀπογεννῶσα, ὥσπερ ὁ οὐρανὸς τὴν τοῦ πέρατος συστοιχίαν, ὁ τὸν ὄρον καὶ τὸ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
