# In Platonis Timaeum Commentaria 3.193.1

Proclus, In Platonis Timaeum Commentaria, 3.193.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.193.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.193.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 40E] διὰ τούτων ὡς πατρὸς καὶ μητρὸς τὴν γένεσιν εἶναι πάντων γινώσκοντες. κατὰ ταύτην δ’ οὖν τὴν ἕνωσιν, τὴν μετὰ D διακρίσεως λέγω, διὰ τὴν ἀγαθότητα τὴν ἑαυτῶν παράγουσιν Ὠκεανὸν καὶ Τηθύν, μᾶλλον δὲ οὐ τούτους εὐθὺς ἐν ἐκεῖνοις, ἀλλὰ πρὸ τούτων δύο μονάδας καὶ δύο τριάδας καὶ διπλὰς ἑβδομάδας, ἐν αἷς ὁ τε Ὠκεανὸς καὶ ἡ Τηθύς. καὶ αἱ μὲν μονάδες μετὰ τῶν τριάδων παρὰ τῷ πατρὶ μένουσι, τῶν δὲ ἑβδομάδων ὁ μὲν Ὠκεανὸς μετὰ τῆς Τηθὺς μένει τε ἅμα καὶ προέσιν, οἱ δὲ ἄλλοι προεληλύθασιν εἰς ἑτέραν διακόσμησιν τῶν θεῶν. ἐκεῖ μὲν οὖν οὕτως. ἐνταῦθα δὲ τὰς μὲν πάντη μεινάσας αἰτίας ἐν τῷ πατρὶ παρήγεν ὁ λόγος, τὰς δὲ προελθοῦσας ἅμα καὶ μεινάσας παραδέδωκε, διότι περὶ θεῶν γενεσιουργῶν ὁ λόγος ἐστὶν ὁ προκείμενος, οἰκεία δὲ τούτοις ἡ πρόοδος καὶ ἡ κίνησις καὶ ἡ ἑτερότης καὶ τὸ μετὰ τοῦ ἄρρενος τὸ θῆλυ συντάττειν, ἵνα καὶ γένεσις ἢ καὶ διακόσμησις τῆς ὕλης τοῖς ἴδεσι κοσμουμένης καὶ τῇ ταυτότητι τῆς ἑτερότητος συμπλεκομένης. διὸ καὶ ἐξ ἀρχῆς ἀπὸ δυάδος ἤρξατο καὶ προέσει δι’ αὐτῆς καὶ καταστρέφει προιοῦν εἰς αὐτήν (ἢ γὰρ δύας προσήκει τοῖς ἐνύλοις, ὡς ὑπέμνησται πολλάκις, ὥσπερ καὶ ἡ ἑτερότης διὰ τὸν περὶ τὴν ὕλην μερισμὸν τῶν εἰδῶν) καὶ τὴν δυάδα λέγων ἤρξατο ἀπὸ τῆς γῆς· τοῦτο γὰρ ἐστὶ τοῖς γενεσιουργοῖς πράγμασιν οἰκειότερον. ἀλλὰ τίνες οὗτοι οἱ θεοὶ μένοντες ἅμα ἐν τοῖς αἰτίοις καὶ προιοῦντες ἀπ’ αὐτῶν; τὸν μὲν οὖν Ὠκεανὸν οἱ μὲν τὴν σωματικὴν οὐσίαν λέγουσιν, οἱ δὲ τὴν ὡκέως διανύουσαν φύσιν, οἱ δὲ τῆς ὑγρᾶς οὐσίας φοράν, οἱ δὲ τὸν αἰθέρα διὰ τὴν ὀξύτητα τῆς κινήσεως, οἱ δὲ τὸ νοητὸν αὐτὸ τῆς ζωῆς βάθος. ὁ δὲ θεῖος Ἰάμβλιχος τὴν μέσην κινητικὴν αἰτίαν αὐτὸν ἀφορίζει θεῖαν οὐσίαν, ἥς πρώτως αἱ μέσαι ψυχαὶ καὶ ζωαὶ καὶ νοήσεις μετέχουσιν αἱ τε δραστηρίοι φύσεις καὶ τὰ πνευματικὰ τῶν στοιχείων, ὥσπερ ἀήρ τε καὶ πῦρ. τὴν δὲ Τηθύν οἱ μὲν τὴν ὑγρὰν αὐτὴν οὐσίαν φασίν, οἱ δὲ τὴν πολυμετά-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
