# In Platonis Timaeum Commentaria 3.193.2

Proclus, In Platonis Timaeum Commentaria, 3.193.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.193.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.193.2

14 ταύτοις Q : τούτων D ς 15 s γένεσιν ἢ καὶ διακόσμησιν ... κοσμουμένοις D ς βολον φύσιν, οἱ δὲ τὴν τοῦ παντὸς εὐθυμοσύνην. ὁ δὲ Θεῖος Ἰάμβλιχος ποιητικὴν διάθεσιν *** εἶναι αὐτὴν τὴν ἐν τῷ ἐνεργεῖν δραστήριον ὑποτίθεται κατάστασιν, ἧς αἱ μόνιμοι νοήσεις καὶ ψυχαὶ καὶ φύσεις καὶ δυνάμεις μετέχουσι καὶ πρὸς τούτοις αἱ τὴν ἕδραν παρασκευάζουσαι τῶν στοιχείων στερεαὶ τινες χῶραι ἢ τῆς γῆς καὶ τοῦ ὕδατος. ταῦτα μὲν <οὖν> οὕτω λέγουσιν. ὁ δὲ γε Θεόδωρος τῆς προειρημένης πρωτίστης τριάδος κατὰ τὴν ἐν σχέσει ψύχωσιν ἐν τῷ πρώτῳ, λέγω δὴ τῷ πρὸ τῶν μερῶν ὅλῳ, τὴν τε γῆν καὶ τὸν οὐρανὸν ἀποθέμενος, τὸν μὲν κατὰ τὸ νοερόν, τὴν δὲ κατὰ τὸ ὑλικόν, τῶν λοιπῶν τὸν μὲν δεύτερον τὸν κατὰ τὸ ἐκ τῶν μερῶν ὅλον Ὠκεανὸν ἀποκαλεῖ, τὸν δὲ τρίτον κατὰ τὴν τοῦ μέρους ὁλότητα Τηθὺν προσαγορεύει. πᾶλιν δὴ ἡμεῖς ἀντιλαβώμεθα τῶν ἡμετέρων ἀρχῶν καὶ φῶμεν εἶναι μὲν καὶ ἐν τοῖς νοεροῖς θεοῖς τὰς τούτων αἰτίας, εἶναι δὲ καὶ ἐν τῷδε τῷ κόσμῳ· πανταχοῦ γὰρ διορίζειν <δεῖν> τὰς πρώτας τάξεις ἀπὸ τῶν δευτέρων, οὐκ ἀλόγως καὶ τῶν ποιητῶν Ὠκεανὸν καλούντων τὸν ὁρίζοντα τῆς γῆς. τοῦτον δὲ αὐ τὸν Ὠκεανόν, περὶ οὗ νῦν ὁ λόγος, κινήσεως αἴτιον εἶναι καὶ προόδου καὶ δυνάμεως, ταῖς μὲν νοεραῖς ζωαῖς ἀκμὴν ἐντιθέντα καὶ γόνιμον περιουσίαν, ταῖς δὲ ψυχαῖς ὀξύτητα μὲν ἐν ταῖς ἐνεργείαις, καθαρότητα δὲ ἐν ταῖς ἀπογεννήσεσι, τοῖς δὲ σώμασιν εὐκινησίαν, καὶ ἐν μὲν θεοῖς κινητικῆς καὶ προνοητικῆς αἰτίας παρεκτικόν, ἐν δὲ ἀγγέλοις ἐκφαντορικῆς καὶ νοερᾶς ὀξύτητος, ἐν δὲ αὐ δαίμοσι δραστηρίου δυνάμεως, ἐν δὴ ἥρωσι μεγαλουργοῦ καὶ ἀκμαζούσης χορηγοῦν ζωῆς, καὶ δὴ καὶ καθ’ ἕκαστον στοιχεῖον ἰδίως, τὸν <μὲν> ἀέριον πάσης τῆς μεταβολῆς τῶν ἀερίων καὶ τοῦ κύκλου τῶν μετεώρων αἴτιον, ὡς καὶ Ἀριστοτέλης [meteor. α 9. 347ᵃ 6 ss] φησί, τὸν δὲ ἐνύδριον εὐγονίας τε καὶ εὐκινησίας καὶ δυνάμεων παντοίων ὑποστατικόν (ἐκ γὰρ τούτου

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
