# In Platonis Timaeum Commentaria 3.195.9

Proclus, In Platonis Timaeum Commentaria, 3.195.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.195.9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.195.9

προσηγόρευσεν ὁ θεολόγος [frg. 117. 118]. ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 40E] μενος εἴπειε τις, τῆς ἐν ἑαυτῇ στάσεως καὶ μονῆς καὶ ἰδρύσεως τῶν κινήσεων [ἀπὸ] τῶν εἰς τὸ ἔξω προιοὐσῶν αὐτὴν αἰτίαν θετέον. συλλήβδην οὖν ὁ μέν ἐστι πάσης κινήσεως, νοερᾶς ψυχικῆς φυσικῆς, πᾶσιν αἴτιος τοῖς δευτέροις, ἡ δὲ πάσης διακρίσεως τῶν ἐκ τοῦ Ὠκεανοῦ προϊόντων ὀχετῶν, ἐκάστῳ διδοῦσα τὴν οἰκείαν καθαρότητα τῆς ἐπιβαλλούσης αὐτῷ κατὰ φύσιν κινήσεως, δι’ ἣν ἕκαστον, κἂν ἑαυτὸ κινῇ κἂν ἄλλα, διαφερόντως κινεῖ. δηλοῦσι δὲ οἱ θεολόγοι τὸν Ὠκεανὸν ἀπάσης εἶναι κινήσεως χορηγόν, δέκα λέγοντες αὐτὸν ἐκπέμπειν ὀχετούς, ὧν ἐπὶ θάλατταν τοὺς ἐννέα χωρεῖν, διότι δὴ καὶ τῶν κινήσεων αἱ μὲν ἐννέα σωματικαὶ εἰσί, μία δὲ μόνη τῆς χωριστῆς τῶν σωμάτων οὐσίας, ὡς ἐν Νόμοις [X 894 CD] ἠκούσαμεν. ὅσα δ’ οὖν τῶν θείων συνυπογεννώθουν, ὁ μέγιστος Ὠκεανὸς εἰς κίνησιν διεγείρει καὶ δραστήρια ἀποτελεῖ ταῦτα, ἡ Τηθὺς δὲ διορίζει τῶν γεννωμένων καθαρὰ φυλάττουσα τὰ γεννητικὰ αἴτια καὶ ἰδρύουσα ἐν ταῖς πρεσβυτέραις τῶν προϊόντων ἐνεργείαις. ταῦτα μὲν οὖν περὶ αὐτῶν εἰρήσθω χωρὶς. ἐπειδὴ δέ, ὥσπερ εἴπομεν [p. 176, 10ss], ἡ ἀπογέννησις αὐτῶν ἀπὸ τῶν προτέρων οὐρανοῦ καὶ γῆς οὔτε κατὰ συνδυασμῶν ἐπιτελεῖται τοιοῦτον, οἷός ἐστιν ἐν τοῖς αἰσθητοῖς, οὔτε κατὰ ἕνωσιν τοιαύτην, οἷαν ἐπὶ τῶν νοητῶν ἐθεωροῦμεν τῆς Νυκτὸς καὶ τοῦ Φάνητος, εἰκότως καὶ τὰ γεννώμενα ἀπ’ αὐτῶν καὶ διακέκριται ἀπ’ ἀλλήλων κατὰ τὴν πρὸς τοὺς γεννήσαντας ἀναλογίαν, καὶ ἕκαστον τὴν πρὸς ἀμφοτέρους ὁμοιότητα παρεδέξατο· καὶ γὰρ ὁ Ὠκεανὸς ὡς μὲν ἄρρην ὁμοιοῦται πρὸς τὴν πατρικὴν αἰτίαν, ὡς δὲ κινήσεως χορηγὸς πρὸς τὴν μητρικὴν προοδὸν οὖσαν αἰτίαν, καὶ ἡ Τηθὺς ὡς μὲν θῆλεια πρὸς τὴν γόνιμον, ὡς δὲ μόνην μὲν ἐμποιοῦσα καταστάσειν τοῖς παραγοῦσιν ἐν ταῖς οἰκείαις ζωαῖς πρὸς τὴν ποιητικήν· ἀνὰ λόγον γὰρ τῷ μὲν μοναδικῷ τὸ ἄρρεν, τῷ δὲ δυαδικῷ τὸ θῆλυ, καὶ τῷ μὲν τὸ μόνιμον, τῷ δὲ τὸ κινητικόν. δυνάς οὖν ἐκ δυάδος προελθοῦσα καὶ κατὰ πᾶσαν ἑαυτὴν ὁμοιο-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
