# In Platonis Timaeum Commentaria 3.203.1-2

Proclus, In Platonis Timaeum Commentaria, 3.203.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.203.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.203.1-2

εἰ δέ τις ἀποδείξοι λόγος ἐκεῖ τὸν Κρόνον ὑπὲρ τὸν Ὠκεανὸν ἢ τὴν Ῥέαν ὑπὲρ τὴν Τηθύν, λεκτέον, ὅτι ἐκεῖ μὲν ἡ τάξις αὕτη (κρατεῖ γὰρ τὰ τοῦ νοεῖν αἴτια τῶν τῆς κινήσεως), ἐνταῦθα δὲ ἔμπαλιν ἐν μεταβολῇ καὶ ῥύσει πάντων ὄντων· ὥστ’ εἰκότως ὁ Ὠκεανὸς πρὸ τοῦ Κρόνου πηγὴ κινήσεως ὧν καὶ ἡ Τηθὺς προτέρα τῆς Ῥέας, ὥστε ἄλλον τρόπον λελύσθαι τὴν ἀπορίαν· εἰ μὲν κρείττους ὁ Ὠκεανὸς καὶ ἡ Τηθὺς Κρόνου καὶ Ῥέας ὡς ἡνωμένοι τῷ πατρὶ τῶν τῇ μητρὶ συνενουμένων καὶ διαιρούντων ἑαυτοὺς ἀπὸ τοῦ πατρός, *** μέσων ὄντων καὶ πατρικὴν ὑπεροχὴν ἔχοντων πρὸς αὐτούς· εἰ δὲ σύστοιχοι ἢ ὑφειμένοι, διὰ τὴν ἐν τοῖς ὑπὸ σελήνην τῶν κινητικῶν αἰτίων ἐπικράτειαν τάχα ἂν τῶν οὕτω λεγομένων ὑπερτέραν εἰληχέναι τάξιν ***. πρὸς μὲν οὖν τὴν εἰρημένην ἀπορίαν καὶ ταῦτα ἀρκέσει. Περὶ δὲ ἑκάστου τῶν θεῶν τούτων λέγωμεν πάλιν ὁμοίως ὥσπερ καὶ πρότερον. ὁ μὲν οὖν Θεόδωρος τὰς ἐν σχέσει ψυχὰς τῶν τριῶν τοῦ κόσμου τμημάτων ἐπὶ τούτους ἀναπέμπει τοὺς θεούς, τὸν μὲν Φόρκυν ἐπὶ τῇ ἀνάστρω σφαίρᾳ τάττων, ὡς κνοῦντα τὴν φορὰν (ἔδει δὲ αὐτὸν ἡμᾶς πείθειν, ὅτι Πλάτων D οὔδε τινὰ σφαῖραν ἄναστρον, εἴθ’ οὕτω τάττειν ἐπὶ ταύτης τὸν Φόρκυν), τὸν δὲ Κρόνον ἐπὶ ταῖς τῶν ἀστρῶν φοραῖς, διότι χρόνος ἀπὸ τούτων καὶ γενέσεις καὶ φθοραὶ τῶν αὐτῶν, Ῥέαν δὲ ἐπὶ τῷ ὑλικῷ, διότι τῷ ὑλικῷ πλεονάζει τῶν πρὸ αὐτῆς. ὁ δὲ Θεῖος Ἰάμβλιχος ἐπὶ ταῖς τρισὶ σφαίραις αὐτοὺς τάττει ταῖς μεταξὺ γῆς καὶ οὐρανοῦ· οἱ μὲν γὰρ πρὸ αὐτῶν διχῇ διεῖλον τὸν ὑπὸ σελήνην κόσμον, οὗτοι δὲ τριχῇ, καὶ ὁ μὲν Φόρκυς τῆς ὑγρᾶς ὅλης οὐσίας ἐξάρχει κατ’ αὐτόν, πᾶσαν αὐτὴν ἀμερίστως συνέχων, ἡ δὲ Ῥέα τῶν ῥέοντων ἐστὶ καὶ ἀεροειδῶν πνευμάτων συνεκτικὴ θεός, ὁ δὲ Κρόνος τὴν ὑψηλοτάτην χώραν καὶ λεπτοτάτην κατευθύνει τοῦ αἰθέρος, μέσος παρὰ τῷ Πλάτωνι τεταγμένος, διότι τὸ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
