# In Platonis Timaeum Commentaria 3.204.1

Proclus, In Platonis Timaeum Commentaria, 3.204.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.204.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.204.1

E ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 40E] μέσον ἐν ταῖς ἀσωμάτοις οὐσίαις καὶ τὸ κέντρον κυριώτερον ὑπάρχει τῶν περὶ τὸ μέσον. ἡμεῖς δὲ θαυμάζομεν μὲν τὴν ἐπιβολὴν ταύτην, ἀξιοῦμεν δὲ πανταχοῦ τοὺς θεοὺς τούτους ὁρᾶν καὶ ἐν πᾶσι τοῖς στοιχείοις καὶ ἐν πάσαις τάξεσιν· οὕτω γὰρ αὐτῶν τὸ κοινὸν καὶ διατεῖνον ἐπὶ πάντα θεασόμεθα. καὶ τὸν μὲν Φόρκυν ἀπάσης τῆς σπερματικῆς οὐσίας καὶ τῶν λόγων τῶν φυσικῶν καὶ οἷον σπερματικῶν ἔφορον εἶναι φήσομεν, ὡς φέροντα τὴν κῦψιν καὶ γεννήσεως αἴτιον· οἱ γὰρ σπερματικοὶ λόγοι καθ’ ἕκαστον στοιχεῖόν εἰσι, καὶ προεστῶσιν αὐτῶν διάφοροι τάξεις θεῶν τε καὶ δαιμόνων, ὧς δὴ πάσας διὰ τοῦ Φόρκυνος περιέλαβε. τὸν δὲ βασιλέα Κρόνον τὸν διαιροῦντα τὰ εἴδη καὶ τοὺς λόγους καὶ τὰς ὀλικωτέρας δυνάμεις ἐπὶ τὰς μερικωτέρας προάγοντα· διὰ γὰρ τοῦτον οὐ μόνον ζῴων ἐστιν, ἀλλὰ καὶ πεζῶν καὶ ξυνδρον καὶ πτηνόν, καὶ οὐ μόνον πεζόν, ἀλλὰ καὶ ἄνθρωπος καὶ ἵππος· οἱ γὰρ ἐν αὐτῷ λόγοι μερισμοὶ τῶν οὐρανίων εἰσί· ταύτην γοῦν καὶ ἐν τοῖς νοεροῖς θεοῖς ἔλαχε δύναμιν, πολλαπλασιάζειν τὰ νοητὰ καὶ διαιρεῖν, διὸ καὶ ἡγεῖται τῶν Τιτάνων, ὡς μάλιστα κατὰ τὸ διαιρετικὸν ἴδιωμα χαρακτηριζόμενος. Ῥέα δὲ τὴν ὑποδεχομένην τὰς ἀφανεῖς τοῦ βασιλικοῦ Κρόνου διαιρέσεις καὶ προάγουσαν εἰς τὰ δεύτερα καὶ τὴν προκαλουμένην τὰς πατρικὰς δυνάμεις εἰς τὴν τῶν ἐμφανῶν δημιουργίαν· οὕτω γὰρ καὶ ἡ πρωτίστη τάξις αὐτῆς κινεῖται καὶ πληροῖ δυνάμεων καὶ ζωῆς καὶ εἰς τὸ ἐμφανὲς προάγει τὰς ἐν τῷ Κρόνῳ μενούσας αἰτίας. ὧσθ’ ὁ μὲν ἐστὶ νοερῶν εἰδῶν χορηγὸς πανταχοῦ, ἡ δὲ ψυχῶν πασῶν καὶ ζωῆς πάσης αἰτία προέστηκεν, ὁ δὲ τῶν φυσικῶν ἐστὶ λόγων γόνιμος. ἐπειδὴ δὲ εἰς τὴν τούτων βασιλείαν τελεῖ καὶ ἄλλος ἀριθμὸς θεῶν, ὧν ὁ Κρόνος περιεκτικὸς καὶ ἡ Ῥέα, διὰ δὴ τοῦτο προσέσθηκε καὶ τὸ ὅσοι μετὰ τούτων· οὐ γὰρ δαίμονας μόνον διὰ τοῦτον περιλαμβάνει, καθάπερ λέγουσί τινες, ἀλλὰ καὶ ὁ ἀγγελικὸς Κρόνος καὶ ὁ δαιμόνιος ἔχει μεθ’ ἑαυτοῦ πλήθος, ὁ μὲν ἀγγελικόν, ὁ δὲ δαιμόνιον καὶ ὁ ἐν θεοῖς θεῖον, καὶ ὁ μὲν

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
