# In Platonis Timaeum Commentaria 3.206.1

Proclus, In Platonis Timaeum Commentaria, 3.206.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.206.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.206.1

C ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 40 E 41 A] δλιχόν· οἱ γὰρ ἐν αὐτῇ κατονομασμένοι θεοὶ καὶ οἱ συμπροελθόντες· αὐτοῖς πανταχοῦ κατὰ τοῦτο χαρακτηρίζονται τὸ τῆς δημιουργίας εἶδος· δλιχοὶ γὰρ εἰσὶ δημιουργοὶ πάντες. τίνες οὖν εἰσὶν οὗτοι καὶ ποίαν ἔχουσι τάξιν; ὁ μὲν δὴ θεὸς Ἰάμβλιχος τὸν Δία μὲν εἶναι τίθεται τὸν τελεσι- 5ουργὸν πάσης τῆς γενέσεως, Ἥραν δὲ τὴν δυνάμεως αἰτίαν καὶ συνοχὴς τοῖς πᾶσι καὶ πληρώσεως καὶ ζωῆς, ἀδελφοὺς δὲ αὐτῶν τοὺς κοινωνοῦντας αὐτοῖς τῆς γενεσιουργοῦ δημι-ουργίας, νόας καὶ αὐτοὺς ὄντας καὶ συμπληρουμένους κατὰ τὴν ὁμοίαν ἐκείνοις τελειότητα καὶ δύναμιν. ὁ δὲ γε 10Θεόδωρος τὴν τὸ ὀλικὸν ἐν σχέσει ψυχώσασαν ζωὴν πάλιν τριχῇ διελών, ὥσπερ εἴωθε τὰς τριάδας ἀποτελεῖν, Δία μὲν καλεῖ τὴν μέχρις ἀέρος τὸ ἄνω διοικοῦσαν, Ἥραν δὲ τὴν τὸ ἀέριον λαχοῦσαν μέρος, ἀδελφοὺς δὲ αὐτῶν τοὺς τὰ λοιπὰ κληρωσαμένους· Ζεὺς μὲν γὰρ ἐστὶ τὸ οὐσιώδες τῆς 15ἐν σχέσει τοῦ ὀλικοῦ ψυχῆς, ὅτι μηδὲν ἐστὶ τῆς οὐσίας ζωτικώτερον, Ἥρα δὲ τὸ νοερόν, ὅτι τοῖς ἀπὸ τοῦ ἀέρος λόγοις διοικεῖται τὰ ἐπὶ γῆς, ὁ δὲ ἄλλος ἀριθμὸς τὸ ψυχικὸν εἰς τὰ καθ’ ἕκαστα διηρημένον. πάλιν δὴ ἡμεῖς ἐπό-μενοι τοῖς εἰρημένοις λέγομεν, ὅτι πολλαὶ μὲν εἰσὶ τάξεις 20καὶ παρὰ Πλάτωνι τοῦ Διός· ἄλλος γὰρ ὁ δημιουργὸς Ζεὺς, Dὡς ἐν Κρατύλῳ [396 A] γέγραπται, καὶ ἄλλος ὁ πρῶτος τῆς Κρονίας τριάδος, ὡς ἐν Γοργίᾳ [523 A] λέλεκται, καὶ ἄλλος ὁ ἀπόλυτος, ὡς ἐν τῷ Φαίδρῳ [246 E] παραδέ-δοται, καὶ ἄλλος ὁ οὐράνιος, εἴτε ἐπὶ τῆς ἀπλανοῦς 25εἴτε ὁ ἐν τῇ θάτερου περιόδῳ. καθάπερ μὴν ὁ πρῶτιστος Ζεὺς τὴν ἐν ἀφανεῖ κρυπτομένην τοῦ πατρὸς δύναμιν εἰς ἐμφανῆ δημιουργίαν προήγαγεν ὑπὸ τῆς μητρὸς Ῥέας δυνα-μωθείς, τὸν αὐτὸν τρόπον καὶ οὗτος ὁ παραδιδόμενος ἐν-ταῦθα γενεσιουργὸς Ζεὺς τὰς ἀφανεῖς διαιρέσεις καὶ δια- 30κρίσεις τῶν εἰδῶν, ὅς ἐποιεῖτο μὲν ὁ Κρόνος, προὔκαλειτο δὴ ἡ Ῥέα, προῆγε δὲ εἰς κῦησιν καὶ γέννησιν ὁ Φόρκος,

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
