# In Platonis Timaeum Commentaria 3.206.34-3.207.29

Proclus, In Platonis Timaeum Commentaria, 3.206.34 to 3.207.29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.206.34
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.206.34

Crat. 96 24 ἀπόλυτος — 25 ἄλλος ὁ om D 25 τῆς Q : τοῦ Dς 32 γένεσιν D αὐτὸς ἐπιτίθησι τῇ ὕλῃ καὶ τὰ αἰσθητὰ παράγει καὶ δια- κοσμεῖ τὸ ἐμφανές, ἵνα μὴ μόνον ἐν φύσεσι καὶ ἐν ψυχαῖς ὦσιν αἱ διαιρέσεις τῶν λόγων καὶ ἐν ταῖς νοεραῖς πρὸ τού- των οὐσίαις, ἀλλὰ καὶ ἐν τοῖς αἰσθητοῖς· τοῦτο γὰρ ἴδιον δημιουργίας. καὶ εἰ δεῖ φάναι τὸ δοκοῦν, ὁ μὲν Κρόνος νοερὰς ποιεῖται τὰς τομὰς, ἡ δὲ Ῥέα ψυχικάς, ὁ δὲ Φόρκυς φυσικάς (ὑπὸ τὴν φύσιν γὰρ οἱ σπερματικοὶ λόγοι πάντες), ὁ δὲ Ζεὺς αἰσθητὰς καὶ ἐμφανεῖς, διακοσμῶν καὶ οὗτος καὶ εἰδοποιῶν τὰ τῆδε ὀλίκῶς ζῶντα καὶ κινούμενα ποιῶν. ἐπειδή δὲ τὰ αἰσθητὰ ταῦτα εἴδη γενόμενα καὶ τελεσιουργη- θέντα πολνειδῶς ἀνελίττεται κατὰ παντοίους ἐξελιγμοὺς κινου- μένα καὶ μεταβάλλοντα, διὰ δὴ τοῦτο τῷ Διὶ συνέξευκται ἡ βασιλὶς Ἥρα, τὴν κίνησιν ταύτην ἐπιτελοῦσα τὴν τῶν ἐμ- φανῶν καὶ τὸν ἐξελιγμὸν τῶν εἰδῶν (διὸ καὶ οἱ μῦθοι παραδεδώκασιν αὐτὴν ὅτε μὲν μανίαν ἐπιπέμπουσαν τισιν, ὅτε δὲ ἄθλους ἄλλοις ἐπιτάττουσαν), ἵνα διὰ τε νοῦ παρ- ουσίαν εἰς πάντα καὶ ψυχῶν μερικῶν ἐνθέως ἀμφοτέρων ἐνεργούντων πᾶσα ἡ γέννησις καὶ πᾶσα ἡ πρόοδος ἐπιτελε- σθῇ τῶν ὑπὸ σελήνην. ταύτης δὲ τῆς δυάδος τοιαύτης οὖ- σης εἰσὶ καὶ ἄλλαι δημιουργικαὶ δυνάμεις, τριχῇ διελόμεναι τὸν ἐμφανῆ κόσμον τῆς γενέσεως, τῆς μὲν τὸν ἀέρα διοικεῖν λαχοῦσης, τῆς δὲ τὸ ὕδωρ, τῆς δὲ τὴν γῆν κατὰ τοὺς δημι- ουργικοὺς κλήρους, διὸ καὶ ἀδελφοὶ λέγονται τούτων, ὡς καὶ αὐταὶ προϋστάμεναι τῆς ἐμφανοῦς ποιήσεως. Ἔτι δὲ τούτων ἄλλους ἐγγόνους [41 A]. Αὕτη ἐστὶν ἔσχατη πρόοδος τῶν ἐνταῦθα παραδεδομένων, διὸ καὶ ἀνωνύμως παραδίδεται, τὴν εἰς ἔσχατον μερισμὸν ὑπόβασιν αὐτῆς ἐνδεικνυμένου τοῦ Πλάτωνος· ὥσπερ γὰρ ἐν τοῖς ὑπὲρ τὸν κόσμον θεοῖς ἀπὸ τῆς ὀλικῆς δημιουργίας προῆλθεν ἡ μεριστὴ καὶ εἰς ταύτην ἡ τῶν βασιλέων ἐπερα-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
