# In Platonis Timaeum Commentaria 3.207.1

Proclus, In Platonis Timaeum Commentaria, 3.207.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.207.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.207.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 40 E 41 A] αὐτὸς ἐπιτιθῆσι τῇ ὕλῃ καὶ τὰ αἰσθητὰ παράγει καὶ διακοσμεῖ τὸ ἐμφανές, ἵνα μὴ μόνον ἐν φύσει καὶ ἐν ψυχαῖς ὦσιν αἱ διαιρέσεις τῶν λόγων καὶ ἐν ταῖς νοεραῖς πρὸ τούτων οὐσίαις, ἀλλὰ καὶ ἐν τοῖς αἰσθητοῖς· τοῦτο γὰρ ἴδιον δημιουργίας. καὶ εἰ δεῖ φάναι τὸ δοκοῦν, ὁ μὲν Κρόνος νοερὰς ποιεῖται τὰς τομάς, ἡ δὲ Ῥέα ψυχικάς, ὁ δὲ Φόρκυς φυσικάς (ὅπὸ τὴν φύσιν γὰρ οἱ σπερματικοὶ λόγοι πάντες), ὁ δὲ Ζεὺς αἰσθητὰς καὶ ἐμφανεῖς, διακοσμῶν καὶ οὗτος καὶ εἰδοποιῶν τὰ τῆδε ὀλικῶς ζῶντα καὶ κινούμενα ποιῶν. ἐπειδή δὲ τὰ αἰσθητὰ ταῦτα εἴδη γενόμενα καὶ τελειουργηθέντα πολειειδῶς ἀνελέττεται κατὰ παντοίους ἐξελιγμοὺς κινουμένα καὶ μεταβάλλοντα, διὰ δὴ τοῦτο τῷ Διὶ συνέξευκται ἡ βασιλὶς Ἥρα, τὴν κίνησιν ταύτην ἐπιτελοῦσα τὴν τῶν ἐμφανῶν καὶ τὸν ἐξελιγμὸν τῶν εἰδῶν (διὸ καὶ οἱ μῦθοι παραδεδώκασιν αὐτὴν ὅτε μὲν μανίαν ἐπιπέμπουσάν τισιν, ὅτε δὲ ἄθλους ἄλλοις ἐπιτάττουσαν), ἵνα διὰ τε νοῦ παρουσίαν εἰς πάντα καὶ ψυχῶν μερικῶν ἐνθέως ἀμφοτέρων ἐνεργούντων πᾶσα ἡ γέννησις καὶ πᾶσα ἡ πρόοδος ἐπιτελεσθῇ τῶν ὑπὸ σελήνην. ταύτης δὲ τῆς δυάδος τοιαύτης οὐσῆς εἰσὶ καὶ ἄλλαι δημιουργικαὶ δυνάμεις, τριχῇ διελόμεναι τὸν ἐμφανῆ κόσμον τῆς γενέσεως, τῆς μὲν τὸν ἄερα διοικεῖν λαχούσης, τῆς δὲ τὸ ὕδωρ, τῆς δὲ τὴν γῆν κατὰ τοὺς δημιουργικοὺς κλήρους, διὸ καὶ ἀδελφοὶ λέγονται τούτων, ὡς καὶ αὐταὶ προϋστάμεναι τῆς ἐμφανοῦς ποιήσεως.

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
