# In Platonis Timaeum Commentaria 3.209.1-2

Proclus, In Platonis Timaeum Commentaria, 3.209.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.209.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.209.1-2

σωμάτων προμήθειαν μεριζομένων. ἔστι δὲ αὐ καὶ ὁ τῆς ἐννεάδος ἀριθμὸς τῇ γενέσει πρέπων· ἀπὸ γὰρ μονάδος πρόεισιν ἄχρι τῶν ἐσχάτων ἀνεπιστρόφως· τοῦτο δὲ ἴδιον γενέσεως, διότι πίπτουσιν εἰς ὕλην οἱ λόγοι καὶ εἰς ἑαυτοὺς πάσας <τὰς> ἑαυτῶν ἀρχὰς ἐπιστρέφειν ἀδυνατοῦσι. καὶ μὴν καὶ ἡ δυνὰς οὖσα τριαδική (τρεῖς γὰρ ἐλήφθησαν τάξεις δυναδικαί, πρώτη, δευτέρα, τετάρτη) τὴν ἐπιπλοκὴν ἐνταῦθα δηλοῖ τοῦ τελείου καὶ ἀτελοῦς καὶ τοῦ ὅρου πρὸς τὴν ἀοριστίαν· τὰ μὲν γὰρ οὐράνια πάντα ὡρισμένα καὶ ἀεὶ ἐν τέλει, φησὶν ἐκεῖνος, τὰ δὲ ἐν γενέσει ἀπὸ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον εἰσι καὶ αὐτὸν τὸν ὅρον ἀορίστως καταδέχεται. πρὸς τούτοις ἡ τῶν ἀπογεννήσεων τετρὰς οἰκεῖα ταῖς τάξεσίν ἐστι ταῖς γενεσιουργοῖς, ἵνα τὸ πλῆθος ἡνωμένως περιέχωσι καὶ τὸ μεριστὸν ἀμερίστως, καὶ αὐτοῖς τοῖς ἐν γενέσει· καὶ γὰρ τὰ τῆδε στοιχεῖα τέτταρα καὶ αἱ ὥραι, καθ’ ἃς ἡ γένεσις ἀνελίττεται, τέτταρες καὶ τὰ κέντρα τέτταρα καὶ ὅλως πολλὴ τῆς τετράδος ἡ ἐπικράτεια περὶ τὴν γένεσιν. ἀλλὰ διὰ τί, φαίη ἄν τις, ἐν τῇ ἐννεάδι ταύτῃ περιέλαβε πᾶν τὸ πλάτος τῶν γενεσιουργῶν θεῶν; διότι, φήσω, πᾶσαν ἡ ἐννεὰς αὕτη συμπληροῖ τὴν δημιουργίαν τῆς γενέσεως· ἔστι μὲν γὰρ ἐν τοῖς ὑπὸ σελήνην καὶ σώματα καὶ φύσεις καὶ ψυχαὶ καὶ νόες καὶ ὁλικῶς καὶ μερικῶς· καθ’ ἕκαστον γὰρ στοιχεῖον πάντα ταῦτά ἐστιν ἀμφοτέρως, διότι καὶ τὰ ὅλα καὶ τὰ μέρη συνυφέστηκεν ἀλλήλοις. ἀλλ’ ὁ μὲν Οὐρανὸς καὶ ἡ Γῆ τὰς ἀφανεῖς οὐσίας αὐτῶν ἀπογεννῶσιν, ὁ μὲν καθ’ ἕνωσιν, ἡ δὲ κατὰ πληθυνσμόν, καὶ ὁ μὲν, εἰ βούλει, κατὰ τὸ πέρας, ἡ δὲ κατὰ τὸ ἄπειρον ἡγοῦμενοι τῆς οὐσίας πᾶσιν. ὁ δὲ Ὠκεανὸς καὶ ἡ Τηθύς τὴν τε κίνησιν αὐτῶν τὴν κοινὴν καὶ τὴν διηρημένην ἀποτελοῦσιν, ἄλλη δὲ ἄλλων κίνησις, τοῦ ὁλικοῦ νοῦ, τῆς ὁλικῆς ψυχῆς, τῆς ὁλικῆς φύσεως, ὁμοίως δὲ καὶ τῶν μερικῶν. οὕτω δὲ τῶν ὁλοτήτων διακεκοσμημένων ὁ μὲν Κρόνος διαιρεῖ τὰ μερικὰ ἀπὸ τῶν ὁλικῶν, ἀλλὰ νοερῶς, ἡ δὲ Ῥέα προκαλεῖται τὴν διαίρεσιν ταύ-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
