# In Platonis Timaeum Commentaria 3.21.1

Proclus, In Platonis Timaeum Commentaria, 3.21.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.21.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.21.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 37CD] ἐνδον ἐαυτοῦ νόησιν ἀπλῆ καὶ ἀνεμποδίστω καὶ ἀθρόα περιβολῇ πᾶν τὸ νοητὸν περιλαμβανοῦση καὶ φιλοφρονουμένη διὰ τῆς πρὸς αὐτὸ στάσεως καὶ ἐνώσεως τελίας. εὐφραίνεται δέ, εἰ θέμις εἰπεῖν, καὶ δευτέρας διὰ τὴν ἐπι- 5 τηδειότητα τῶν ὑποδεχομένων τὴν ἔξω προιοῦσαν αὐτοῦ τῶν ἀγαθῶν χορηγίαν. καὶ δῆς, ὅπως τρεῖς αἰτίας παραδίδωσι τῆς τῶν εἰς τόνδε τὸν κόσμον προιόντων ἀπὸ τοῦ πατρὸς ἀγαθῶν μετουσίας· μίαν μὲν καὶ πρωτίστην τὴν ἀπὸ τῆς τοῦ ποιητικοῦ αἰτίου δυνάμεως (αὐτὸς γὰρ ἐστι καὶ νῦν ὁ 10 τὸν χρόνον ἀπογεννῶν διὰ τὴν οἰκείαν ἀφθονίαν καὶ τὴν C γόνιμον περιουσίαν πάντα πληροῦν ἐφίεμενος πρώτων καὶ μέσων καὶ τελευταίων ἀγαθῶν), δευτέραν δὲ τὴν ἀπὸ τῆς ἐπιτηδειότητος τοῦ δεχομένου πράγματος (τότε γὰρ εὐφραίνεται τὸ μεταδιδὸν τῶν ἀγαθῶν, ὅτε τὸ μεταλαμβάνον 15 ἐπιτηδείως διάκειται πρὸς τὴν ὑποδοχὴν αὐτῶν), τρίτην δὲ τὴν ἐκ τῆς ἀμοφοῖν συμμετρίας καὶ ὡσανεὶ συμπνοίας καὶ συμφωνίας· διὰ γὰρ τοῦτο, καίπερ ἀεὶ τῶν θεῶν πᾶσι προτεινόντων τὰ σύστοιχα ταῖς οὐσίαις αὐτῶν ἀγαθά, οὐκ ἀεὶ πάντες αὐτὰ καταδεχόμεθα, διότι μήτ’ ἐπιτηδείως ἔχομεν 20 μήτε σύμμετροι πῶς τῇ δυνάμει τῶν μεταδιδόντων καθέσταμεν. εἰ δὲ βουλοῦμεθα χαίρειν ἐφ’ ἡμῶν τὸ θεῖον, ὡς δὴ πέφυκε χαίρειν καὶ εὐφραίνεσθαι καὶ δι’ ἡμᾶς καίπερ ὁσανύτως ἀεὶ διακείμενον, ἐπιτηδείους πρὸς ὑποδοχὴν τῶν παρ’ αὐτοῦ προτεινομένων ἡμῖν ἀγαθῶν ἡμᾶς αὐτοὺς ποιητέον, 25 ἵνα μὴ ἀργῇ εἰς ἡμᾶς ἢ τοῦ θεοῦ δόσις καίπερ ὑπ’ οὐδενὸς ἐμποδιζέσθαι πεφυκυία. ταῦτα μὲν οὖν ἀλλῆς ἐστὶ προθέσεως ἐπὶ πλέον θεωρεῖν. νυνὶ δὲ ἴδωμεν, πῶς ὁμοιότερον D γίνεται τὸ πᾶν πρὸς τὸ παράδειγμα χρόνου γεννηθέντος. ὅτι μὲν οὖν ἀίδιον πρώτως ὄντος τοῦ παραδείγματος, εἰ μὴ 30 τὴν [γούν] δευτέραν ἀιδιότητα προσειλήφει, τὸ αἰσθητὸν ἦτον ἂν ὁμοίωτο τῷ νοητῷ, παντὶ πρόδηλον· καὶ ὅτι τὸ ἐν μεταβολῇ τὴν γένεσιν ἔχον τοῦ χρόνου χωρὶς οὐκ [ὅτι] ἀίδιον, ἀλλ’ οὐδ’ ἀκαρῆ διαμένειν οἷον τ’ ἦν, οὐ χαλεπὸν συνιδεῖν.

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
