# In Platonis Timaeum Commentaria 3.21.3-3.22.7

Proclus, In Platonis Timaeum Commentaria, 3.21.3 to 3.22.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.21.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.21.3

20 πω D 5 26 πεφυκυίας ll. : em s ἀλλῆς D 5 : ἀληθοῦς Q 27 ἴδωμεν D : εἴδωμεν Q 32 οὐχ ll. 33 cf. I 346, 21 8 ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 37CD] ὁμοῦ συλλαμβάνει. ὅπερ προιοῦσης τῆς ἐξηγήσεως καὶ ἡμεῖς ἀναφῆναι πειρασόμεθα τὰ περὶ χρόνου πληρώματα διερευ- νόμενοι. E Ἡ μὲν οὖν τοῦ ζῷου φύσις ἐτύγχανεν οὕσα αἰώνιος, καὶ τοῦτο μὲν τῷ γεννητῷ παντελῶς προσάπτειν οὐκ ἦν δυνατόν. εἰκῶ δὲ ἐπινοεῖ κινητὸν τινα αἰῶνος ποιῆσαι, καὶ διακοσμῶν ἅμα οὐρανὸν ποιεῖ μένοντος αἰῶνος ἐν ἐνὶ κατ’ ἀριθμὸν ἰοῦσαν αἰώνιον εἰκόνα τοῦτον ὃν δὴ χρόνον ὀνομάκαμεν [37D]. Ὅτι μὲν τὸ αὐτοζῷον πλήρωμά ἐστι τοῦ πλήθους τῶν ῶστε δεῖ τῷ μὲν ἐπὶ πλεῖον ὁμοιωθησομένῳ πρὸς τὸ νοητὸν νοητῶν ζῴων καὶ ὅτι ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχει, τῶν πολλάκις καὶ τεθεωρημένων καὶ πεπυσμένων ἐστὶ καὶ οὐδεμίαν ἐπιδεξαμένων ἀμφισβήτησιν παρὰ τοῖς ἀπὸ Πλάτωνος φιλοσόφοις. ἀλλὰ τίς ὁ αἰὼν καὶ τίς ὁ κινητῶς αὐτὸν ἀπομιμούμενος χρόνος, τοῦτο [δὲ] καὶ νοῆσαι καὶ κεκρατημένως ἐρμηνεῦσαι παγχάλεπον. ῥητέον δὲ ὅμως περὶ αὐτοῖν τῶν ἀρεσάντων τοῖς πρεσβυτέροις τὰ χαριέστατα καὶ εἴ τι συντείνον εἰς σαφήνειαν καὶ διάρθρωσιν τῶν προκειμένων εἰς ἐπίσκεψιν πραγμάτων προσθεῖναι δυνήσθημεν. χρόνον μὲν οὖν ἔννοιαν καὶ συναίσθησιν καὶ οἱ πολλοὶ ἀδιότητός τινος, τῷ δὲ ἀδίῳ μὲν, οὐκ ἔχοντι δὲ ὁμοῦ τῶν ἀνθρώπων ἔχουσιν, εἰς τε τὴν ὑπὸ σελήνην καὶ τὴν τῶν οὐρανίων κίνησιν ἀποβλέποντες καὶ κινήσεώς τι τὸν παροῦσαν αὐτῷ τὴν ἀδιότητα, καθάπερ τὸ νοητὸν πᾶσαν ἔχει, χρόνον τοῦ σύμπαντος. οὐ μὴν ἀλλ’ εἴ τις ἐπισκέψαιτο τὴν φύσιν τοῦ χρόνου, σαφέστερον εἴδεταί, πῶς οὐ πρὸς ἀδιότητα μόνον συντελεῖ τῷ τε σύμπαντι κόσμῳ καὶ ταῖς τοῦ κόσμου μεγάλας μερίσιν ὁ χρόνος, ἀλλὰ καὶ πρὸς τελειότητα καὶ πρὸς εὐδαιμονίαν ἑκάστῳ τε αὐτῶν καὶ πᾶσιν

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
