# In Platonis Timaeum Commentaria 3.217.3-2

Proclus, In Platonis Timaeum Commentaria, 3.217.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.217.3-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.217.3-2

πάντη δὲ αὐτῇ φοιτήσασα συνάγει τὸν θεῖον ἀριθμὸν καὶ ἐπιστρέφει πρὸς τὴν μονάδα τὴν δημιουργικήν· ἐπειδή γὰρ οἱ θεοὶ καὶ χωριστοὶ τῶν ἐγκοσμίων εἰσὶ καὶ προνοοῦσιν ἀπάντων διαιωνίως καὶ ὁμοῦ κατ’ ἄκραν τε ὑπεροχὴν ἐξῆρη-ται καὶ πάντη διατείνουσι τὴν ἑαυτῶν προμήθειαν (οὔτε γὰρ τὸ ἄμικτον αὐτῶν ἄπρονόητόν ἐστιν οὔτε τὸ προνοητικὸν συμμεγὲς πρὸς τὴν ὕλην· διὰ μὲν γὰρ δυνάμεως ὑπεροβολὴν οὐκ ἀναπίμπλανται τῶν διοικουμένων, διὰ δὲ ἀγαθοειδῆ βούλησιν πάντα ἑαυτοῖς παραπλήσια ποιοῦσιν, ἐν τῷ μένειν προϊόντες καὶ τῷ πάντων κεχωρίσθαι πᾶσιν ὁμοίως παρόν-τες), ἐπεὶ δ’ οὖν ταῦτα τοῦτον ἔχει τὸν τρόπον καὶ δέχον-ται τὴν τε ἀμιγῆ καθαρότητα καὶ τὴν προνοητικὴν ἐπιστα-σίαν παρὰ τοῦ πατρὸς αὐτῶν οἱ τὸν κόσμον κατευθύνοντες θεοὶ καὶ οἱ τούτων ὁπαδοὶ δαίμονες, ὅτε μὲν ἀμέσως αὐ-τοὺς ἐπιστρέφει πρὸς ἑαυτὸν ὁ πατήρ, τὸ χωριστὸν αὐτοῖς ἐπιλάμπει καὶ τὸ ἀμιγὲς καὶ ἄχραντον εἶδος τῆς ζωῆς (ὅθεν, οἶμαι, καὶ προσταττε κεχωρίσθαι πάντων καὶ ἐν τῷ Ὀλύμ-πῳ μένειν ἐξηρημένους καὶ μήτε Ἕλληνας μήτε βαρβάρους ἐπιστρέφεσθαι, ταὐτὸν δὲ εἰπεῖν, τῶν διττῶν στοιχείων τῶν ἐγκοσμίων ὑπερανέχειν, ἐν τῇ νοήσει τῇ ἄχράντῳ μένοντας ἀτρέπτως), ὅτε δὲ διὰ τῆς Θέμιδος, εἰς τὴν πρόνοιαν αὐ-τῶν τρέπει τῶν δευτέρων καὶ κατευθύνειν παρακελεύεται τὸν κοσμικὸν πόλεμον καὶ ἄλλους ἐπ’ ἄλλας ἀνεγείρει ποιή-σεις· τῆς οὖν Θέμιδος μάλιστα δέονται τῆς συνεχούσης ἐν ἑαυτῇ τοὺς θείους θεσμούς, καθ’ οὓς ἡ πρόνοια συνυφαῖνε-ται τῶν ὅλων. Ὅμηρος μὲν οὖν τοιαῦτα ἅττα διατίθησιν ἐνθάδε, διττὰς δημηγορίας ἐπὶ διταῖς ἐνεργείαις τοῦ Διὸς παραδιδούς. Πλάτων δὲ διὰ τῆς μιᾶς ταύτης δημηγορίας

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
