# In Platonis Timaeum Commentaria 3.218.5

Proclus, In Platonis Timaeum Commentaria, 3.218.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.218.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.218.5

30 ὅλον 5 : ὅλων Q D ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 41 A] τὰ γὰρ ἔργα τοῦ πατρὸς τῶν θεῶν αὐτῶν ὡς ἕτερα καὶ ἀτιμότερα διαστέλλειν αὐτὸν φασὶ τῷ λέγειν δημιουργὸν μὲν ἑαυτὸν θεόν, πατέρα δὲ ἔργων· τὸ γὰρ πατρικὸν τοῦ δημι-ουργικοῦ σεμνότερον), οὔτε περὶ τὴν λέξιν οὕτωσὶ πλημ-μελεῖν ἐν τοῖς συνεχέσι τὰς ἐπαναλήψεις ταύτας παρεῖσχυ-κλοῦντας· ὅταν γὰρ πολλὰ τὰ μεταξὺ ῥηθέντα τυγχάνῃ, τότε τῆς τοιαύτης παρενθήκης καιρός, ἄλλως δὲ τὸ πρᾶγμα περί-εργον. οἱ δὲ θεοὺς τοὺς ἐγκοσμίους θεῶν τῶν νοητῶν εἰρησθαι φασίν, ὡς εἰκόνας ὄντας ἐκείνων, ὥσπερ δὴ καὶ ὅλος ὁ κόσμος ἄγαλμά ἐστι τῶν αἰδίων θεῶν, καθάπερ εἶπεν ὁ Τίμαιος [37 C], οὐδ’ οὕτω λέγοντες ὀρθῶς, ὅτι μηδὲν ἐξαιρετοῦ λέγουσι τῶν θεῶν· ὁμοίως γὰρ ἂν ἐφαρ-μόσειε καὶ ἑκάστῳ τῶν θνητῶν ὁ λόγος· καὶ γὰρ ταῦτα πάντα θεῶν ἐστιν, ὡς τῶν νοητῶν εἰκόνες. καὶ εἰ ἔδει πρὸς ἐκεῖνα τὸ θεῶν ἀναπέμπειν, μᾶλλον ἔχοι, οἶμαι, θεοὺς θεοῦ προσειπεῖν αὐτούς, ὡς ὑφ’ ἑνὸς τοῦ δημιουργοῦ παραχθέντας μόνους, τῶν θνητῶν οὐχ ὑπ’ ἐκείνου παραγο-μένων· ἐπεὶ καὶ αὐτὸς ἐστιν ὁ λέγων ὁ δημιουργός, καὶ διὰ τοῦτο πρεπωδέστερον ἢ ἐνικῶς εἰπεῖν μᾶλλον ἢ πληθυντι-κῶς. οἱ δὲ τὰς ὀλικοτάτας ἐνάδας τῶν ἐγκοσμίων θεῶν θεοὺς ἔφασαν καλεῖσθαι παρὰ τοῦ πατρός, ὡς ἡγεμόνας ἡγεμόνων καὶ βασιλέας βασιλέων, ἀνὰ λόγον ὄντας αὐτῷ τῷ πατρί, διότι καὶ αὐτὸς πατὴρ ἐστὶ πατέρων καὶ ὑπα-τος χρείοντων [Hom. α 45] κατὰ τοὺς ποιητάς. πρὸς δὲ τούτους ὁμόιον ἀπαντᾶν, ὅτι πρὸς πάντας τοὺς ἐγκο-σμίους θεοὺς ἢ θεῶν ὀπαδούς ὁ Πλάτων λέγοντα παρεῖσή-γαγε τὸν δημιουργόν, ἀλλ’ οὐ πρὸς τινὰς αὐτῶν· εἰ γὰρ ὅσοι τε φανερῶς περιπολοῦσι καὶ ὅσοι φαίνονται καθ’ ὅσον ἂν ἐθέλωσι συνήγαγον ἑαυτοὺς πρὸς τὸν ἕνα δημιουργὸν καὶ λέγει τάδε πρὸς αὐτοὺς ἐκείνους, οὐ χρὴ μερικῶς τὸ θεοὶ θεῶν ἀκούειν ὡς ἐπὶ τῶν ἡγεμόνων μό-νων φερόμενον. εἰ δὲ μηδὲν τῶν εἰρημένων ἀντιλαμβάνεται

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
