# In Platonis Timaeum Commentaria 3.226.1

Proclus, In Platonis Timaeum Commentaria, 3.226.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.226.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.226.1

τοῖς προσήκουσι δεσμοῖς· οὐ γὰρ ὡσαύτως δέδεται πᾶν οὔδε τὸ καθ’ ἕνα τρόπον δεθὲν κατ’ ἄλλον λύεται καὶ ἄλλον, ἀλλὰ τὸ μὲν πῆ δεδεμένον καὶ τὴν λύσιν ἔχει κατ’ ἐκεῖνο, τὸ δὲ πάντῃ δεδεμένον καὶ λύεται πάντῃ, καὶ τὸ μὲν ὑφ’ ἑαυτοῦ δεδεμένον καὶ ὑφ’ ἑαυτοῦ λύεται, τὸ δὲ παρ’ ἑτέρου δεθὲν ἐπ’ ἐκεῖνο καὶ τὴν λύσιν ἀνηρημένην ἔχει, καὶ τὸ μὲν ἐν χρόνῳ δεθὲν καὶ λύεται κατὰ χρόνον, τὸ δὲ αἰδίον τὸν δεσμὸν λαχὸν αἰδίως καὶ λελύσθαι ὀφείτον· παντὶ γὰρ, ἀπλῶς εἰπεῖν, δεσμῷ συνέξευκται καὶ λύσις εἰκότως· ἔστι γὰρ ὁ δεσμὸς οὔτε ἕνωσις ἀπλήθυντος (οὔδὲ γὰρ δεῖται δεσμοῦ τὸ ἕν), οὔτε πολλῶν μὲν καὶ διαφερόντων σύνοδος, μηκέτι σφζόντων τὴν ἰδιότητα τὴν ἑαυτῶν· σύγχυσις γὰρ τὸ τοιοῦτον καὶ τὸ ἐξ αὐτῶν ἕν ἐστιν ἐκ συνεφθαρμένων, E ἀλλ’ οὐ δεδεμένων γενομένων· τὰ γὰρ δεδεμένα δεῖ μένοντα ἅπερ ἐστίν, ἀλλ’ οὐκ ἐφθαρμένα δεδέσθαι. μόνως ἄρα δεσμὸς ἐστιν, ὅταν καὶ πολλὰ ἢ καὶ σωζόμενα μίαν ἔχοντα συνεκτικὴν αὐτῶν καὶ συναγωγὸν δύναμιν εἴτε σωματικὴν εἴτε ἀσώματον. εἰ δὲ τοῦτο, καὶ ἡρωται τὰ δεδεμένα διὰ τὸν δεσμὸν καὶ διακέκριται, διότι σφζει τὴν οἰκεῖαν ἕκαστον φύσιν. πανταχοῦ μὲν οὖν, ὅπερ εἴπομεν, ὁ δεσμὸς ἔχει καὶ τὴν λύσιν αὐτῷ συμπεπλεγμένην, ἀλλὰ διαφέρουσιιν οἱ τε δεσμοὶ καὶ αἱ λύσεις τῷ πῆ καὶ ἀπλῶς, τῷ παρ’ ἑαυτοῦ καὶ παρ’ ἄλλου, τῷ κατὰ χρόνον καὶ αἰδίως· ἐν γὰρ τούτοις αὐτῶν αἱ διαφορότητες. μὴ τοίνυν θαυμάσωμεν, εἰ τὸ αὐτὸ λυτόν ἐστι καὶ ἄλυτον, καὶ εἴ πῶς μὲν ἄλυτον, πῶς δὲ λυτόν· ὥστε καὶ τὰ ἔργα τοῦ πατρὸς εἰ ἄλυτα μὲν ἐστιν οὕτως, ὡς κατὰ χρόνον τινὰ μὴ λυθησόμενα, λυτὰ δὲ ὡς ἔχοντα μετὰ τοῦ δεσμοῦ κατὰ τὰς ἐν αὐτῷ τῷ δήσαντι διωρισμένας τῶν δεθέντων αἰτίας καὶ τὴν διάκρισιν τῶν ἀπλῶν, οὐδὲν θαυμαστόν· ὡς γὰρ τὸ αὐθυπόστατον λέγεται διχῶς, τὸ μὲν ὡς μόνον πάντα ἑαυτῷ χορηγοῦν, τὸ δὲ ὡς καὶ παρ’ ἑαυτοῦ F μὲν ὑφιστάμενον καὶ παρ’ ἄλλης δὲ τῆς πρὸ ἑαυτοῦ αἰτίας, οὕτως καὶ τὸ ἄλυτον ὀηθήσεται διχῶς, τὸ μὲν ὡς ἀπλοῦν

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
