# In Platonis Timaeum Commentaria 3.229.1

Proclus, In Platonis Timaeum Commentaria, 3.229.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.229.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.229.1

φύσιν, τὸν δὲ κατὰ τὴν δημιουργικὴν βούλησιν· πῶς δὲ οὐχὶ καὶ εἰς αὐτὸν ἀσεβήσομεν τὸν δημιουργὸν ταῦτα λέ-γοντες; εἰ μὲν γὰρ βουλόμενος ἄλυτα ποιῆσαι τὰ ἑαυτοῦ δημιουργήματα δύναμιν οὐκ ἔχει ποιητικήν, ἄτοπον τὸ διε-ξεῦχθαι τὴν βούλησιν ἐκείῃ τῆς δυνάμεως, ὃ μηδὲ ἐπὶ τῶν σπουδαίων ἔχει τινὰ λόγον. εἰ δὲ βούλεται καὶ δύναται ποιεῖν ἄλυτα ταῦτα, καὶ ποιεῖ ἄλυτα δυνάμενος· ὥστε καὶ κατὰ φύσιν ἐστὶν ἐν τούτοις τὸ ἄλυτον· γέγονε γὰρ ἄλυτον αὐτῶν ἕκαστον, ἀλλ’ οὐχὶ γεγενηδὸς λυτὸν εἰσαῦθις ἄλυτον γέγονε· παρ’ ἑαυτῶν γὰρ ἄλυτα τὰ ἔργα τοῦ πατρὸς διὰ τὴν ἐκείνου δύναμιν γεγενηδὸς καὶ κατὰ βούλησιν τὴν δημι-ουργικὴν ἄλυτά ἐστιν. ἐπεὶ δὲ σύνθετά ἐστι καὶ δεσμῷ τὸ ἄλυτον ἔχοντα, δῆλον ὅτι καὶ λύσις πρὸ αὐτῶν ἐστι, καθ’ ὅσον ἐξ ἀπλῶν συνέστηκεν, ὧν ἔχει διωρισμένας αἰτίας καὶ ὁ πατήρ· ἄμα ἄρα καὶ ἄλυτά ἐστι καὶ λυτὰ καὶ οὐχ οὕτως ἄλυτα, ὡς τὸ νοητόν· ἐκεῖνο γὰρ ἄλυτον δι’ ἀπλότητος ὑπεροχήν, τὸ δὲ ἐν τούτοις ἄλυτον ἄμα καὶ λυτὸν ἐστιν, ὡς ἐξ ἀπλῶν σύνθετον καὶ ὡς δεδεμένον ἀείδιως· τῶν γὰρ δεδε-μένων ἀπάντων λυτῶν ὄντων τὰ μὲν αἰδία κατὰ τὸν πάντα χρόνον κάλλους μετασχόντα ἀπὸ τοῦ νοητοῦ καὶ ἐνώσεως θείας καὶ ἁρμονίας δημιουργικῆς ἄλυτά ἐστι, τὰ δὲ θνητὰ μόνως ἐστὶ λυτά, διότι σύνεστι τῷ αἰσχρῷ καὶ τῷ ἀναρμόστῳ τῆς ὕλης, καὶ τὰ μὲν ἡρμόσται καλῶς κατὰ τὴν ἀπὸ τοῦ ἁρμό-σαντος ἐνδοθεῖσαν αὐτοῖς ἕνωσιν, τὰ δὲ οὐκέθ’ οὕτως διὰ τὸ πλῆθος τῶν αἰτιῶν οὐκέτι τὴν ὁμοίαν ἕνωσιν ἐνδιδόν-των· πολυμιγὴ γὰρ ὄντα τὴν ἕνωσιν ἔχει διαπεφορημένην, ὥστ’ εἰκότως καὶ τὴν ἁρμονίαν ἔλαχε κεχαλασμένην· ὥστε πᾶν μὲν τὸ δεδεμένον λυτόν, ἀλλὰ τὸ μὲν οὕτω, λυτὸν καὶ ἄλυτον, τὸ δὲ λυτὸν μόνον, ὥσπερ καὶ τὸ νοητὸν ἄλυτον μόνον. Διὰ τί οὖν τὸ πρῶτως δεδεμένον ἄμα λυτὸν καὶ ἄλυτον; διότι καλῶς ἡρμόσται καὶ ἔχει τὸ εὖ· κέκτηται γὰρ ἀπὸ μὲν τοῦ εὖ τὴν ἕνωσιν (ἑνοποιός γὰρ ἡ ἀγαθότης),

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
