# In Platonis Timaeum Commentaria 3.23.1-2

Proclus, In Platonis Timaeum Commentaria, 3.23.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.23.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.23.1-2

χρόνον εἶναι νομίζοντες, οἷον ἀριθμὸν ἢ παράτασιν ἢ ἄλλο τι τοιοῦτον. αἰῶνος δὲ οἱ περιττότεροι προῆλθον εἰς ἐπί-στασιν, κατιδόντες οὐχὶ κίνησιν ἀπλῶς, ἀλλὰ κίνησιν αἰδίον οὖσαν ἐν τῷ παντὶ καὶ τεταγμένην καὶ ἀεὶ ὡσαύτως ἀνα-κυκλουμένην, εἴτ’ ἀπὸ ταύτης ἐνθυμηθέντες, ὡς ἄρα τοῦτο τὸ ἀεὶ ὡσαύτως ἀπ’ ἄλλου τινὸς ὑπάρχει τοῖς κινουμένοις καὶ οὐκ ἀφ’ ἑαυτῶν. ἐκεῖνο τοίνυν ἢ ἀκίνητον ἔσται ἢ κινούμενον, καὶ εἰ κινούμενον, ἢ ποτὲ κινούμενον ἢ οὐ ποτέ, ἀλλ’ ἀεὶ κινούμενον. εἰ μὲν ποτέ, πῶς τοῦ ἀεὶ ὡσαύ-τως αἴτιον; εἰ δὲ ἀεὶ, πάλιν καὶ τῇ τούτου κινήσει τὸ ἀεὶ τοῦτο παρ’ ἄλλου, καὶ ἢ ἐπ’ ἄπειρον ἢ ἀκίνητον ἔσται τι τοῖς ἀεὶ κινουμένοις τῆς ἀεικινησίας αἴτιον, καὶ ἢ τούτου ἐνέργεια ἀκινήτου ὄντος οὐκέτι κατὰ χρόνον, ἀλλ’ αἰώνιος· ἴδιον γὰρ τῶν μὲν κατὰ χρόνον τὸ γίνεσθαι ἀεὶ, τῶν δὲ αἰωνίων τὸ εἶναι ἀεὶ· καὶ γὰρ ἡ κοινὴ ἔννοια παρὰ τὸ ἀεὶ εἶναι τὸν αἰῶνα λέγεσθαι οἴεται, καθάπερ τὸν χρόνον παρὰ τὴν χορείαν κίνησιν οὖσαν καὶ ἐν γενέσει τὴν ὑπαρξιν ἔχου-σαν. διὰ τούτων μὲν οὖν ἐμοὶ δοκοῦσιν οἱ τε πολλοὶ καὶ οἱ σοφοὶ χρόνου μὲν ἅπαντες, αἰῶνος δὲ οἱ σοφοὶ τὴν πρώ-την ἔννοιαν λαβεῖν, εἰς τε τὴν ἀεὶ κινουμένην καὶ τὴν ἀεὶ μόνιμον ἀποβλέψαντες φύσιν. τί δὲ τούτων ἑκάτερον, ἤδη λεκτέον, καὶ μάλιστα κατὰ τὴν τοῦ θείου Πλάτωνος ὑφή-γησιν. Ἀριστοτέλης μὲν γὰρ τὸν χρόνον ἀριθμὸν τῆς κινήσεως θέμενος οὐ κατὰ τὸ ἀριθμοῦν, ἀλλὰ κατὰ τὸ ἀριθμητὸν ἔθετο, διὸ καὶ εἰκῶς ἐζήτησε, τί τὸ ἀριθ-μοῦν, εἴπερ ὁ χρόνος ἀριθμητόν (πρὸς τι γὰρ ταῦτα, καὶ ἑτέρου ὄντος ἐστὶ καὶ τὸ λοιπόν), καὶ ἔλυσε μαλακῶς, ψυχὴν τινὰ τὸ ἀριθμοῦν εἰπών· δεῖ γὰρ πρὸ τοῦ ἀριθμοῦ αἰδίου ὄντος εἶναι τὸ ἀριθμοῦν αἰδίον, ἵνα ἀεὶ ποιῇ τοῦ γιγνομένου ἀεὶ ὄντος. θέμενος δ’ οὖν τὸ ἀριθμητὸν τῆς κινήσεως εἶναι τὸν χρόνον τὸν αἰῶνα νοητὸν εἶναί φησι καὶ αὐτός, ἀπὸ τοῦ ἀεὶ εἶναι τὴν ἐπωνυμίαν εἰλη-φότα ἔχοντά τε καὶ περιέχοντα τὸν ἅπαντα χρόνον, ὅθεν

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
