# In Platonis Timaeum Commentaria 3.231.1

Proclus, In Platonis Timaeum Commentaria, 3.231.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.231.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.231.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 41B] Δι’ ὃ καὶ ἐπείπερ γεγέννησθε, ἀθάνατοι μὲν οὐχ ἔστε οὐδ’ ἄλυτοι τὸ πᾶμπαν, οὐ τι μὲν δὴ λυθήσεσθὲ γε οὐδὲ τεύξεσθε θανάτου μοίρας, τῆς ἑμῆς βουλήσεως μεῖζονος ἐτι δεσμοῦ καὶ κυριωτέρον λαχόντες ἐκείνων, οἷς ὅτε ἐγίγνεσθε συνεδεῖσθε [41B]. Ἐπειδή τοὺς ἐγκοσμίους θεούς, πρὸς οὓς ὁ λόγος, ὡς εἴρηται, τοὺς ἐκ τε τῶν ψυχῶν τῶν θείων καὶ τῶν ζῴων τῶν ἐξηρημένων ἀπὸ τῶν ψυχῶν (ταὐτὸν γὰρ οὕτως εἰπεῖν καὶ ψυχὰς μεθεκτάς), ἐπειδή δ’ οὖν τούτους ἅπαντας ἄλυτους ἅμα καὶ λυτοὺς προσηγόρευσε, διότι καὶ τὸ ἄλυτον αὐτῶν οὐκ ἔστι νοητὸν καὶ τὸ λυτὸν οὐκ ἔστι θνητόν, ἀλλὰ τοῦτο μὲν διὰ τὴν ἐξ ἀπλῶν πάροδον, ὧν τὰ αἴτια διηρημένα περιεληφεν ὁ δημιουργός, ἐκεῖνο δὲ διὰ τὴν ἄτρεπτον τοῦ δεσμοῦ συνοχήν, ἣν ὁ πατὴρ ἐνέθηκεν αὐτοῖς, βούλεται λοιπὸν ἄ χωρὶς καὶ διηρημένως εἰπε περὶ αὐτῶν, ταῦτα εἰς μίαν ἀλήθειαν ἐν ταυτῷ συναγαγεῖν. καὶ δὴ καὶ ἐργάζεται τοῦτο διὰ τῶνδε τῶν ῥημάτων· ἀφαιρεῖ γὰρ αὐτῶν ἅμα τὸ ἀθάνατον καὶ ἄλυτον καὶ τίθησι πάλιν διὰ τῆς τῶν ἀντικειμένων ἀναφέσεως· τὰ γὰρ μέσα τοιαύτην ἔλαχε φύσιν, οὐκ ἐπιδεχομένην τὸν τῶν ἄκρων λόγον καὶ πάλιν ἀμφότερα δοκοῦσαν περιέχειν, ὥσπερ εἴ τις καὶ τὴν ψυχὴν ἀμέριστόν τε ἅμα καλοῖη καὶ μεριστὴν ὡς ἐξ ἀμφοῖν οὖσαν, καὶ οὔτε ἀμέριστον οὔτε μεριστὴν ὡς τῶν ἄκρων ἐξηλλαγμένην· ὅρα γὰρ ὅπως καὶ ἐπὶ τῶν ἐγκοσμίων θεῶν ἡ τοιαύτη θεωρεῖται μεσότης. τὸ ἀθάνατον λέγεται κυριώτατα καὶ πρῶτως τὸ ἑαυτῷ χορηγὸν τῆς ἀθανασίας, ἐπεὶ καὶ ὅν πρῶτως ἐστὶ τὸ παρ’ ἑαυτοῦ ὅν καὶ νοῦς ὁ παρ’ ἑαυτοῦ νοῦς καὶ ἕν τὸ παρ’ ἑαυτοῦ ἕν· πανταχοῦ γὰρ τὸ πρῶτως ὅτιοῦν κεκτημένον παρ’ ἑαυτοῦ τοιοῦτόν ἐστιν· [ἐπ]εὶ γὰρ μὴ παρ’ ἑαυτοῦ, ἀλλὰ παρ’ ἄλλου, ἐκεῖνο ἔσται πρῶτως ἢ ἕν ἢ νοῦς ἢ ζῶν ἢ ἄλλο τι, καὶ ἥτοι τοῦτο πρῶτως ἢ εἰ μηδὲν πρῶτως ἐπ’ ἄπειρον ἢ ἄνοδος. οὕτως ἄρα καὶ ἀθάνατον ὄντως ἐστὶ τὸ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
