# In Platonis Timaeum Commentaria 3.232.1-2

Proclus, In Platonis Timaeum Commentaria, 3.232.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.232.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.232.1-2

παρ’ ἑαυτοῦ ἀθάνατον καὶ ὁ ἑαυτῷ τῆς ἀθανασίας ἐστὶ παρεκτικόν, τὸ δὲ μήτε καθ’ ὅλον αὐτὸ ζωὴ ὑπάρχον μήτε αὐθυπόστατον ὅν μηδὲ παρ’ ἑαυτοῦ τὴν ἀθανασίαν ἔχον οὐκ ἔστι πρώτως ἀθάνατον. ὥσπερ οὖν τὸ δευτέρως ὅν οὐκ ὄν ἐστιν, οὕτω καὶ τὸ δευτέρως ἀθάνατον οὐκ ἀθάνατόν ἐστιν, οὐ μὴν οὐδὲ θνητόν· τοῦτο γὰρ ἐστὶ τὸ τοῦ <ἀ>θανάτου παντελῶς ἀποστὰν καὶ μηδὲ συμφυᾷ ζωὴν ἔχον μηδὲ ἄπειρον δύναμιν· τρία γὰρ ταῦτά ἐστιν ἐξῆς· τὸ παρ’ ἑαυτοῦ ἄπειρον ζωὴν ἔχον, τὸ παρ’ ἄλλου ζωὴν ἄπειρον ὑποδεξάμενον, τὸ μήτε παρ’ ἑαυτοῦ μήτε παρ’ ἄλλου τὴν ἄπειρίαν τῆς ζωῆς ἐπιδεικνύμενον. καὶ τὸ μὲν πρῶτον ἀθάνατόν ἐστι, τὸ δὲ δεύτερον οὐκ ἀθάνατον, τὸ δὲ τρίτον θνητόν.

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
