# In Platonis Timaeum Commentaria 3.234.4

Proclus, In Platonis Timaeum Commentaria, 3.234.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.234.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.234.4

19 ὑπἄκρα Q : ὑπ’ ἄκρα D 5 24 καὶ om D 5 28 γίγνεσθαι D 5 ὁμωνύμως δὲ ἀθανάτους τὰς μερικὰς. τὸ δὲ οὐ λυθη-σεσθε οὐδὲ τεύξεσθε θανάτου μοίρας ἀφαιρεῖ πᾶσαν τὴν θνητοειδῆ φύσιν ἀπὸ τῶν θεῶν καὶ τὴν ἀεὶ τρεπομένην καὶ μεταβαλλομένην ζωήν· τὸ γὰρ θνητὸν ζωῆς ἐστι κατά-ληξις ἤδη τῷ μὴ ὄντι συμμεμιγμένης. αὕτη δὲ ἡ τοῦ θανάτου μοῖρα πολλὰς πάλιν ἡμῖν ὑποφαίνει θανάτων διαφο-ρας· ἄλλος γὰρ ὁ θάνατος τῶν κατὰ σχέσιν λεγομένων δαιμόνων, ἄλλος ὁ τῶν μερικῶν ψυχῶν, ἄλλος ὁ τῶν ζώων, ἄλλος ὁ τῶν ἐψυχωμένων σωμάτων, ὁ μὲν μιμούμενος οἷον χιτῶνος ἀπόθεσιν, ὁ δὲ μετὰ συμπαραθείας τῆς πρὸς τὸ γενη-τὸν πτώσις ὧν εἰς αὐτὸ τῆς ψυχῆς, ὁ δὲ διάλυσις ὧν σώματος καὶ ψυχῆς ἀπ’ ἀλλήλων, ὁ δὲ στέρησις τῆς ἐν ὑποκειμένῳ οὐσίας τῷ σώματι ζωῆς. τούτων δὴ πάλιν ἐξήρηγ-ται παντελῶς οἱ τε ἐγκόσμιοι θεοὶ καὶ [οἱ δαίμονες] οἱ κατ’ οὐσίαν δαίμονες, οἱ συνεπόμενοι τοῖς θεοῖς· οὐδὲ γὰρ ὁ πρῶ-τος τοῦ θανάτου τρόπος ἐφαρμόσει τούτοις, ὡς καὶ ὁ θεῖος Ἰάμβλιχος παραδέδωκεν ἄτρεπτον φυλάττων τὸ ὡς ἀληθῶς δαιμόνιον γένος. ταῦτα μὲν οὖν δὴ <διὰ τί> ἐστι ‘δεσμός’; ἦ ὅτι πάντα ἐνοῖ καὶ μετρεῖ καὶ εἰς μίαν ἄγει σύμπνοιαν ἡ ἀγαθότης, καθ’ ἣν ἡ δημιουργικὴ βούλησις ἀφορίζειται, καὶ ξοικε κατ’ αὐτὴν μάλιστα θεοὺς ἀποτελεῖν τοὺς ἐγκο-σμίους· δεσμῶν γὰρ ἐστι δεσμὸς ὑπὲρ τὸν νοῦν οὐσα τῶν συνδεομένων. τὸ δὲ λαχόντες τὴν ἀφ’ ἑνὸς τοῦ δημι-ουργοῦ διακλήρωσιν τῆς ἀγαθῆς προνοίας τῶν πολλῶν ἐκφαίνει θεῶν· κατὰ γὰρ τοὺς τῆς δίκης κλήρους διηρημένοι δια-νέμονται τὴν μίαν τοῦ πατρὸς καὶ ὅλην πρόνοιαν καὶ τὸν ἕνα δεσμὸν τὸν προϊόντα ἀπὸ τῆς δημιουργικῆς μονάδος. οὔτε οὖν ἀθάνατοι οὔτε θνητοὶ οἱ οὐράνιοι θεοὶ καὶ ὅλως οἱ ἐγκόσμιοι πάντες οὔτε ἄλυτοι οὔτε λυτοί, ἀλλ’ ἀπλῶς *** ἄμφοιν. κατεσκεύασε δὲ τὸ μὲν μήτε ἀθάνατον αὐτῶν μήτε ἄλυτον ἐκ τοῦ γενητοῦς εἶναι (τοῦτο γὰρ δηλοῖ τὸ ἐπείπερ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
