# In Platonis Timaeum Commentaria 3.239.1

Proclus, In Platonis Timaeum Commentaria, 3.239.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.239.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.239.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 41BC] αὐτοζῶν· τὸ γὰρ ἐκεῖ πηγὸν πάντων πηγῶν αἴτιον καὶ τὸ ἐνυδρον τῶν ἐνύδρων καὶ τὸ χθόνιον τῶν χθονίων εἴτε θείων εἴτε θνητῶν. καὶ διὰ ταῦτα ἄρα Ὀρφεύς [frg. 211] τὴν τῶν μεριστῶν ζωοποιὸν αἰτίαν ἄνω μένουσαν καὶ ὑφαίνουσαν τὸν διάκοσμον τῶν οὐρανίων νύμφην τε εἶναι φησὶν ὡς ἄχραντον καὶ ταῦτα τῷ Διὶ συναφθεῖσαν καὶ μένειν ἐν οἰκείοις ἥθεσι, προελθοῦσαν δὲ ἀπὸ τῶν ἑαυτῆς οἴκων ἀτελεῖς τε καταλείπειν τοὺς ἰστοὺς καὶ ἀρπάξεσθαι καὶ ἀναρπαχθεῖσαν γαμεῖσθαι καὶ γαμηθεῖσαν γεννᾶν, ἵνα ψυχώσῃ καὶ τὰ ἐπεῖσαστον ἔχοντα ζωήν· τὸ γὰρ ἀτελὲς, οἶμαι, τῶν ἰστῶν ἐνδείκνυται κακεῖνο τὸ μέγιστον τῶν ἀυλίων ζῴων ἀτελὲς εἶναι τὸ πᾶν. διὸ καὶ ὁ Πλάτων παρακαλεῖσθαι φησι [41D] τὸν ἕνα δημιουργὸν τοῖς πολλοῖς ‘προσφωραίνειν τὰ θνητὰ τοῖς ἀθανάτοις’, ἀναμυνησκὼν πῶς ἡμᾶς, ὅτι τῆς τοῦ παντὸς ὑφαντικῆς ζωῆς τελειώσις ἐστὶν ἡ προσθήκη τῶν θνητῶν, καὶ τῆς Ὀρφικῆς θεομυθίας καὶ τῶν ἀτελῶν ἰστῶν ἐξηγητικὰς ἐννοίας παρεχόμενος. ὁ μὲν οὖν θεῖος ἀριθμὸς ὅρον οἰκεῖον ἔσχε καὶ πέρας καὶ ἐστὶ τέλειος. δεῖ δὲ καὶ τὸ θνητὸν σχεῖν καὶ τοῦτο τριχῶς, ἀερίως ἐνυδρῶς χθονίως· οὐρανίως γὰρ ἀδύνατον, διότι πάσης διακοσμῆσεως ἡ ἀκρότης καὶ τὸ πρᾶτιστον γένος ἄχραντόν ἐστι καὶ αἴδιον, ὁμοιούμενον πρὸς τὴν πρὸ αὐτοῦ αἰτίαν. ὡς οὖν τὸ πρᾶτιστον τῶν νοερῶν νοητὸν καὶ τὸ πρᾶτιστον τῶν ἀγγέλων θεός, οὕτω καὶ τὸ πρᾶτιστον τῶν αἰσθητῶν αἴδιον καὶ θεῖον πᾶν. ἐν δὲ τῇ γενέσει συμπέπλεκται τῷ θεῷ τὸ θνητόν. διὸ καὶ ὑπόλοιπα τὰ θνητὰ γένη προσηγόρευσε [41D], ὥσπερ ἐλλείμματα ὄντα τῆς τῶν θείων δημιουργίας καὶ οἷον ὑποστάθμαι παρ’ αὐτῶν ἀποτιχόμεναι τῶν θεῶν. ἀλλὰ πῶς ἀγέννητα ταῦτα; ἢ ὡς μήπω γενόμενα, διότι δή τάξεις ἐστὶ τῶν τὸ πᾶν συμπληρούντων καὶ τὰ δεύτερα τῇ τάξει διαφέροντα τῶν πρὸ αὐτῶν διορίζων ὁ δημιουργὸς οὕτω γεγενέσθαι φησὶν ἐκείνων προϋποσταντων. τάχα δὲ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
