# In Platonis Timaeum Commentaria 3.241.1

Proclus, In Platonis Timaeum Commentaria, 3.241.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.241.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.241.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 41BC] δεῖ τὸν κόσμον πάντα σχεῖν ἐντὸς τὰ ζῶα καὶ ὅσα θνητὰ διὰ τὴν πρὸς τὸ παράδειγμα ἀφομοίωσιν, οὐχ αὐτὸς ὁ δημιουργὸς καὶ ταῦτα ὑφίστησι; τούτου δὴ τὴν αἰτίαν εὐθὺς ἐπήγγειλεν αὐτός· δι’ ἐμοῦ δὲ ταῦτα γινόμενα καὶ βίον μετασχόντα θεοῖς ἰσάζοι[ν]το ἂν· ἀντικρὺς τὸν εἰρημένον λόγον βεβαιῶν, ὅτι πᾶν τὸ ὑπὸ ἀκινήτου γινόμενον αἰτίας ἀγέννητόν ἐστι καὶ ἀμετάβλητον, τὸ δὲ ὑπὸ ἀκινήτου μὲν, διὰ μέσης δὲ τῆς κινουμένης τῇ μὲν ἀγέννητον, τῇ δὲ μεταβλητόν· δέχεται γὰρ ἀπὸ μὲν τῆς ἀκινήτου τὸ ἕν, ἀπὸ δὲ τῆς κινουμένης τὸ πλήθος, καὶ ἀπ’ ἐκείνης μὲν τὸ εἶναι καὶ τὸ εἶδος, ἀπὸ δὲ ταύτης τὸ ἄτομον καὶ τὸ γενέσθαι· δι’ ἣ δὴ σῴζεται μὲν κατὰ τὸ εἶδος, ἀπόλλυται δὲ τὸ καθ’ ἕκαστον. ἀρ’ οὖν, φαῖη τις ἂν, ἐπειδὴ τὰς λογικὰς ψυχὰς ὁ δημιουργὸς ὑφίστησιν αὐτὸς καθ’ αὐτόν, θεοῖς αὐτὰ ἰσάζονται; καὶ πῶς ὀμωνύμους’ αὐτὰς ταῖς θείαις κατὰ τὸ ἀθάνατον μικρὸν ὑστερὸν ἀποκαλέσει [41C]; μήποτε οὖν τὸ ἰσάζοιτο πάνυ μετ’ ἀσφαλείας προσκεῖσθαι φατέον, οὐ τοῦτο λέγων, ὅτι πάντως ἴσον ἔσται θεοῖς, ἀλλ’ ὅτι ὅμοιον· τὸ γὰρ ἰσαζόμενον εἰς ὁμοιότητα χωρεῖ πρὸς τὸ ἴσον, τὸ δὲ ἴσον σύμβολόν ἐστι τῶν ἐγκοσμίων θεῶν, ὡς αὐτὸς ἐν τῷ Παρμενίδῃ [150D] παραδέδοχεν· ἄλλως τε καὶ τὸ λογικὸν εἶδος τῆς ζωῆς ἀποκαθαρθὲν καὶ τέλειον γινόμενον θεῖόν ἐστιν· ὥστε τινὰς μηδὲ θεὸν αὐτὸ προσαγορεύειν ἀπογυγνῶναι διὰ τὸ προβεβλησθαι τὸ θεῖον ἐν αὐτῷ καὶ κατὰ τοῦτο συνηνῶσθαι πρὸς τοὺς ὄντως θεούς. τοῦτο μὲν δὴ τοιοῦτον. κἀκεῖνο δὲ ἀκριβῶς εἴρηται τὸ δι’ ἐμοῦ· καὶ γὰρ τὰ θνητὰ τῶν γενῶν ὑπ’ αὐτοῦ γίγνεται, δι’ αὐτοῦ δὲ τὰ ἀΐδια· κατὰ μίαν γὰρ αἰτίαν ἡνωμένην ἔχει τὸ τε ὅφ’ οὗ καὶ τὸ δι’ οὗ, καὶ ὡς μὲν πατὴρ ὧφ’ ἑαυτοῦ πάντα ποιεῖ, ὡς δὲ δημιουργὸς τὰ ἀΐδια μὲν δι’ ἑαυτοῦ, τὰ δὲ θνητὰ δηρημένως ὑπ’ αὐτοῦ μὲν, διὰ τῶν νέων δὲ γίγνεται θεῶν. καὶ οὐ διὰ τοῦτο οἰητέον τὴν νέαν ἀτιμάζεσθαι δημιουργίαν,

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
