# In Platonis Timaeum Commentaria 3.243.3

Proclus, In Platonis Timaeum Commentaria, 3.243.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.243.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.243.3

Διττοὺς παραδίδωσιν ἐν τούτοις τῆς δευτέρας δημιουργίας σκοποὺς, ἕνα μὲν τὸν προνοητικόν, δεύτερον δὲ τὸν ἀφομοιωτικόν, τὸν μὲν προσεχέστερον ὄντα, τὸν δὲ ὀλικώτερον· τῆς μὲν γὰρ τῶν θνητῶν ὑποστάσεως ἕνεκα ποιοῦσα πρόνοιαν καὶ τελειότητα δυνάμεως ἐνδείκνυται· τὸ γὰρ ὑπερπλήρες τῆς δυνάμεως πᾶν γόνιμόν ἐστιν ἄλλων μεθ’ ἑαυτὸ δευτέρων. τῆς δὲ τοῦ παντὸς συμπληρώσεως [κατὰ] τὴν ἀφομοιωτικὴν δύναμιν, ἵνα τῷ παντελεῖ ζῷῳ καὶ τοῦδε τὸ πᾶν ὅμοιον ἀποτελεσθῇ, πᾶσι τοῖς τῶν θείων τε καὶ θνητῶν ζῴων ἀριθμοῖς διακεκοσμημένον· εἴτε γὰρ ἀθάνατα πάντα ἦν, τὰ θειότατα τῶν αἰσθητῶν ἄγονα ἂν ἦν, εἴτε μὴ τὸ πᾶν πᾶσι συμπεπληρωμένον τοῖς εἴδεσι τῆς ζωῆς, οὐκ ἂν τέλειον ἦν οὐδὲ ἰκανῶς ὅμοιον πρὸς τὸ παντελὲς ζῷον. Ἴν’ οὖν μηδέτερα τούτων ἢ, κινεῖ τὴν δευτέραν δημιουργίαν ὁ πρῶτος δημιουργὸς ἄνωθεν ἀπ’ ἄκρας τῆς ἑαυτοῦ περιωπῆς καὶ δύναμιν ἐπιφρεῖ ζωογονικὴν τε καὶ δημιουργικὴν, δι’ ἧς καὶ γεννήσουσι τὰς δευτέρας ἀφ’ ἑαυτῶν οὐσίας καὶ ζωῆς πληρώσουσι καὶ εἰδοποιήσουσιν· ἴδιον γὰρ ζωογόνον μὲν θεό- F τητος ζωοποιεῖν, δημιουργικῆς δὲ τὸ εἰδοποιεῖν. καὶ τὸ τρέπεσθε οὖν κινητικόν, ἄντικρως ἑοικὸς τῷ· ξοχεσθ’, ὅφρ’ ἂν ἴκησθε μετὰ Τρώας καὶ Ἀχαιοὺς, ἐπὶ τὸν πόλεμον τῆς γενέσεως καὶ τὴν δημιουργίαν τῶν θνητῶν αὐτοὺς ἀνεγείρου, ἣν ἐπιτελοῦσι διὰ κινήσεως πάντες μὲν, οὐχ ἡκιστα δὲ οἱ κοσμοκράτορες· οὗτοι γὰρ εἰσὶν οἱ τρεπόμενοι καὶ διαφερόντως ὁ βασιλεὺς Ἥλιος· τοῦτον γὰρ ἐπέστησε τοῖς ὅλοις ὁ δημιουργός· καὶ φύλακ’ αὐτὸν ἔτευξε κέλευσέ τε πᾶσιν ἀνάσσειν, ὡς φησὶν Ὀρφεύς [frg. 79]. καὶ μὴν καὶ τὸ κατὰ φύσιν

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
