# In Platonis Timaeum Commentaria 3.243.5

Proclus, In Platonis Timaeum Commentaria, 3.243.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.243.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.243.5

καὶ φύλακ’ αὐτὸν ἕτευξέ κέλευσέ τε πᾶσιν ἀνάσσειν, ὡς φησιν Ὀρφεύς [frg. 79]. καὶ μὴν καὶ τὸ κατὰ φύσιν δρῖζει μὲν τὴν ποίησιν αὐτῶν κατὰ τὸ μέτρον καὶ τὸ ἀγαθόν· ἔτι δὲ ὡς ὄργανον αὐτοῖς ὑποστρώννυσι τὴν φυσικὴν πᾶσαν ποίησιν (κινοῦσι γοῦν αὐτὴν καὶ ποδηγετοῦσιν ὑπηρετουμένην ταῖς βουλήσεσι)· καὶ τρίτον ἀφορίζει τὴν μεσότητα αὐτῶν· τῷ γὰρ μέσῳ τὸ τὰ ἔσχατα δημιουργεῖν κατὰ φύσιν· ἀνῃρηται γὰρ τὰ μὲν ποτὲ ὄντα εἰς τὰ κατὰ χρόνον ἀείδιως ὄντα, ταῦτα δὲ εἰς τὰ αἰωνίως ὄντα· καὶ τὰ μὲν πρῶτα γεννητικὰ τῶν μέσων ἐστί, ταῦτα δὲ τῶν τελευταίων. καὶ τὸ ὑμεῖς δὲ αὐτουργίαν δηλοῖ καὶ αὐτὰς ἀνεγείρει τὰς ζωὰς τὰς θείας ἐπὶ τὴν δημιουργίαν. μὴ δὲ θαυμάζωμεν ἔτι, πόθεν ὑπάρχει ταῖς θείαις ψυχαῖς τὸ δημιουργικόν, ἴδιον ὄν τῶν θεῶν τῶν ὑπερουσίων· ὥσπερ γὰρ Ὀρφεὺς τὴν νοερὰν οὐσίαν ἐνθεῖς τῷ Διὶ <τὴν> δημιουργικὴν ἀπετέλεσεν, οὕτω δὴ καὶ ὁ Πλάτων τοὺς λόγους προαγαγὼν ἀπὸ τοῦ πατρὸς ἐνθεοὺς τε καὶ δημιουργικὰς ἀπέφηνε τὰς ὅλας ψυχάς.

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
