# In Platonis Timaeum Commentaria 3.244.1

Proclus, In Platonis Timaeum Commentaria, 3.244.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.244.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.244.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 41C] δρῆξει μὲν τὴν ποίησιν αὐτῶν κατὰ τὸ μέτρον καὶ τὸ ἀγαθόν· ἐπὶ δὲ ὡς ὄργανον αὐτοῖς ὑποστρώννυσι τὴν φυσικὴν πᾶσαν ποίησιν (κινεῖσι γοῦν αὐτὴν καὶ ποδηγετοῦσιν ὑπηρετουμένην ταῖς βουλήσεσι)· καὶ τρίτον ἀφορίζει τὴν μεσότητα αὐτῶν· τῷ γὰρ μέσῳ τὰ τὰ ἔσχατα δημιουργεῖν κατὰ φύσιν· 5 ἀνήρτηται γὰρ τὰ μὲν ποτὲ ὄντα εἰς τὰ κατὰ χρόνον αἰδίως ὄντα, ταῦτα δὲ εἰς τὰ αἰωνίως ὄντα· καὶ τὰ μὲν πρῶτα γεννητικὰ τῶν μέσων ἐστὶ, ταῦτα δὲ τῶν τελευταίων. καὶ τὸ ὑμεῖς δὲ αὐτουργίαν δηλοῖ καὶ αὐτὰς ἀνεγείρει τὰς ζωὰς τὰς θείας ἐπὶ τὴν δημιουργίαν. μὴ δὴ θαυμάζωμεν ἐτι, 10 πόθεν ὑπάρχει ταῖς θείαις ψυχαῖς τὸ δημιουργικόν, ἴδιον ὄν τῶν θεῶν τῶν ὑπερουσίων· ὥσπερ γὰρ Ὀρφεὺς τὴν νοερὰν οὐσίαν ἐνθεῖς τῷ Διὶ δημιουργικὴν ἀπετέλεσεν, οὕτω δὴ καὶ ὁ Πλάτων τοὺς λόγους προαγαγὼν ἀπὸ τοῦ πατρὸς ἐνθέους τε καὶ δημιουργικὰς ἀπέφηνε τὰς ὅλας ψυχὰς. 15

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
