# In Platonis Timaeum Commentaria 3.246.2

Proclus, In Platonis Timaeum Commentaria, 3.246.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.246.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.246.2

Τῆς τῶν ζῶν ἁπάντων δημιουργίας διηρημένης εἰς τε τὴν τῶν θείων ζῶν ἀπογέννησιν καὶ τὴν τῶν θνητῶν, καὶ αὐ πάλιν τῆς τούτων γεννήσεως συμπλεκομένης ἐκ τε ἀθανάτου καὶ θνητοῦ τινος, οὐ πάσης, ἀλλ’ ἐκείνης, ἥς ἐστι καὶ τὸ λογικὸν εἶδος τῆς ζωῆς, εἴτε ἐν ἀερίοις εἴη τι τοιοῦτον εἴτε ἐν πεζοῖς εἴτε ἐν τοῖς μεταξύ τούτων (καὶ γὰρ τὰ φυτά, ζῷα κατ’ αὐτὸν ὄντα, θνητὰ ἐστιν, οὐκ ἔχοντα ψυχὴν λογικὴν τὴν ψυχοῦσαν, ὡς αὐτὸς ἔρει [77As] σαφῶς), πᾶσάν τε τὴν τῶν θείων ζῶν δημιουργίαν ὑφίστησι καθ’ ἑαυτὸν ὁ τῶν ὅλων πατὴρ καὶ τῆς τῶν θνητῶν συστάσεως τὸ λογικὸν εἶδος τῆς ζωῆς ἐν ἑκάστῳ τῶν τριῶν γενῶν θεωρούμενον· τὸ δὲ λοιπὸν ὑφίστησι μὲν, ἀλλὰ προσεχῶς τοῖς νέοις θεοῖς παραδίδωσιν αὐτοῦ τὴν ἀπογέννησιν καὶ ἐκείνους κυρίους ἀποφαίνει τῆς θνητῆς ἁπάσης φύσεως καὶ ὥσπερ αὐτὸς παραλαβὼν προϋποστὰν ἀλλοχόθεν πᾶν ὅσον ἦν ὁρατὸν πλημμελῶς κινούμενον εἰς τάξιν αὐτὸ ἤγαγεν ἐκ τῆς ἀταξίας [30A], οὕτως ἄρα τὰ τέλη τῆς τοῦ παντὸς ποιήσεως ἄλλως παραδίδωσι τοῖς νέοις θεοῖς. παραλαμβάνων οὖν καὶ παραδιδούς μέσος ἐστὶ τοῦ τε νοητοῦ θεοῦ τοῦ κατὰ τὸ αὐτοζῶον καὶ τῶν πολλῶν δημιουργῶν. τί δὴ οὖν οὐχὶ καὶ τὸ τοῖς ἀθανάτοις ὁμώνυμον ἐν ἡμῖν παραδέδωκε τοῖς ἐγκοσμίοις θεοῖς γεννᾶν, εἴπερ καὶ ἀθανάτων αὐτῶν τινὲς εἰσι πατέρες, ὡς ἐκ τῆς θεογονίας μεμαθήκαμεν; ἢ ἵνα γνῶμεν, ὅτι πάντων αὐτὸς ἐστιν αἴτιος ὁ εἷς δημιουργός, εἴπερ καὶ τὰ πρῶτα τῶν ἀθανάτων αὐτὸς παρήγαγε καὶ τὰ ὁμώνυμα τοῖς ἀθανάτοις. εἰ δ’ ἦν καὶ τούτων ἐκείνοις ἐπιτρέψας τὴν γένεσιν, ἔδοξεν ἂν μόνων εἶναι τῶν οὐρανίων αἴτιος, τοὺς μὲν ὑπὸ σελήνην ἀπὸ τούτων παραγαγών, τὰς δὲ ψυχὰς ἀπὸ πάντων τούτων. ἀλλὰ μεμηχάνηται διὰ τῆς τῶν ἄκρων παραγωγῆς ἐνδείξαι

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
