# In Platonis Timaeum Commentaria 3.247.2

Proclus, In Platonis Timaeum Commentaria, 3.247.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.247.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.247.2

9 ἀπολιποῦσαν ci Kroll πάντα ll. : πάντα <ἀριθμὸν> ci s παρ’ αὐτῶν καὶ ὁπαδὸς οὖσα αὐτῶν. πᾶν οὖν τὸ τοιοῦτον εἶδος τῆς ζωῆς τὸ λογικὸν ἐκ τῆς μιᾶς ὑφίσταται δημιουργίας· δεῖ γὰρ αὐτὸ καὶ ἀπὸ νοῦ παραγέσθαι καὶ ἀπὸ τοῦ ὅλου νοῦ· τρία γάρ ἐστι ταῦτα, τὸ τῆς αὐτῆς μὲν τάξεως, ὀλικὸν δέ, τὸ κρεῖττονός μὲν τάξεως, μερικὸν δέ, τὸ καὶ κρεῖττονός ὄν τάξεως καὶ ὀλικόν· τὸ γὰρ τέταρτον οὐδ’ ἀμφισβητεῖ πρὸς τὸ γεννᾶν· τί γὰρ διοίσει τοῦ γεννωμένου; καὶ γὰρ τοῦτο μερικόν ἐστι τῆς αὐτῆς ἐκείνῳ τάξεως. ἀλλὰ τὸ μὲν ἐν κρείττονι τάξει τεταγμένον, μερικὸν δὲ κύριον εἶναι τῆς ὅλης ἀπογεννήσεως ἀδύνατον· δεῖ γὰρ πᾶντη κρατεῖν τὸ ὄντως αἴτιον. τὸ δὲ ὀλικὸν μὲν, τῆς δὲ αὐτῆς ὑπάρχον τάξεως ὡς μιᾶς ὄν σειρᾶς οὐκ ἔχει τὴν ἀληθινὴν τοῦ γεννᾶν δύναμιν. μόνον δὴ τὸ ὅλον ἐν τῇ κρείττονι κυριώτατόν ἐστιν αἴτιον, ἀμφοτέροις ὑπερέχον τοῦ γεννήματος, τὰ δ’ ἄλλα τούτῳ συμπαραγεί καὶ μετὰ τούτου δημιουργεῖ. καὶ διὰ τοῦτο ἡ ψυχὴ πρῶτως μὲν ἀπὸ τοῦ δημιουργοῦ πρόεισι, δευτέρας δὲ καὶ ἀπὸ τῆς ὅλης ψυχῆς, προσεχῶς δὲ καὶ ἀπὸ τοῦ μερικοῦ νοῦ· ποιεῖ γὰρ οὗτος μὲν, ὁ μερικὸς λέγω νοῦς, τοῦτο ὧν ἐν τῇ τάξει τῶν νοητῶν, ὅπερ ἐστὶν αὐτὴ κατὰ τὴν σειρὰν τῶν ψυχῶν, ποιεῖ δ’ οὖν οὗτος αὐτὴν μερικὴν, ἡ δὲ ὅλη ψυχὴ λογικήν, ὁ δὲ δημιουργὸς ἀμφότερα, διὸ καὶ πρῶτος αἴτιός ἐστι. διόπερ ἐνσταῦθα μὲν τὸν δημιουργὸν ἐφίστησι τῇ ἀπογεννήσει τῆς ψυχῆς, ἐν Φιλίβῳ [30AB] δὲ ἀπὸ τῆς ὅλης ψυχῆς ἐνδιδωσιν αὐτῇ τὴν οὐσίαν· ὡς γὰρ τὸ ἐν ἡμῖν πῦρ ἀπὸ τοῦ κοσμικοῦ πυρὸς καὶ ἡ γῆ καὶ τὸ ὕδωρ καὶ ὁ ἀὴρ τὰ ἐν ἡμῖν ἀπὸ τῶν ὅλων, οὕτω δὴ καὶ τὴν μερικὴν ἐκεῖ ψυχὴν ἀπὸ τῆς τοῦ παντὸς γεννᾶσθαι φησι. ταῦτα μὲν οὖν περὶ τούτου. τὴν δὲ ‘δίκην’ συντάττει τοῖς ἐγκοσμίους θεοῖς εἰκότως· ἐστι γὰρ ὁπαδὸς μὲν τοῦ Διός, ὡς φησιν ὁ τε Ὀρφεύς, ὅταν λέγῃ [frg. 125]

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
