# In Platonis Timaeum Commentaria 3.248.6

Proclus, In Platonis Timaeum Commentaria, 3.248.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.248.6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.248.6

ἐφέπετο D 5 ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 41C] Δίκη, συνιδρυμένη δὲ τοῖς ἐγκοσμίοις θεοῖς καὶ συγκατευθύνουσα τὸ πᾶν κατ’ ἀξίαν· ἐκ μέσης γὰρ τῆς ἡλιακῆς σφαῖρας πάντη διατείνει τὴν ἑαυτῆς πρόνοιαν καὶ διασπείρει τὴν τῶν ἀγαθῶν διανομήν. τὴν δὲ δὴ ὀπορὰν’ τὶνα ἤ- 5 τέον; ἄρα ταύτην, ἣν οἱ πολλοὶ τῶν Πλατωνικῶν διαθρυλοῦσι, τὴν περὶ τὰ ἄστρα τῶν ψυχῶν διανομήν; ἐσπεῖρε γάρ, φησὶ [42D], τὰς μὲν εἰς γῆν, τὰς δὲ εἰς ἥλιον, τὰς δὲ εἰς σελήνην· καὶ διττὴν τὴν σπορὰν θησόμεθα, τὴν μὲν περὶ τοὺς θεούς, τὴν δὲ περὶ τὴν γένεσιν, ἣν ἐν 10 τῷ Πολιτικῷ [272E] παραδέδωκεν· ἀλλὰ νῦν ὁ Πλάτων βούλεται τῆς οὐσίας τῶν ψυχῶν ἐπὶ τὸν δημιουργὸν τὴν αἰτίαν ἀνενεγκεῖν· δεῖ γὰρ αὐτὰς γενέσθαι πρῶτον, ἔπειτα οὕτως ἄλλας περὶ ἄλλους ἡγεμόνας διανεμηθῆναι. βέλτιον Ε οὖν, ὡς ὁ διδάσκαλος ἡμῶν ἐπέκρινε, σπορὰν τὴν γένεσιν 15 ἀκούειν, ἐπεὶ καὶ προσῆκει τῷ πατρὶ τὸ σπεῖρειν καὶ τὸ λόγους γεννᾶν, ἡ δὲ ψυχὴ λόγος ἐκ λόγων ἐστὶ καὶ ὡς ἀπὸ πατρὸς πρόεισι τοῦ δημιουργοῦ τῶν ὅλων· καὶ γὰρ αὐτὴ μὲν ἐστὶν ἡ πρώτη σπορά, δευτέρα δὲ ἡ περὶ τοὺς νέους θεούς, τρίτη δὲ ἡ περὶ τὴν γένεσιν. καὶ τῆς μὲν πρώτης 20 μετέχουσι καὶ αἱ θείαι ψυχαί, τῆς δὲ δευτέρας καὶ οἱ δαίμονες (καὶ γὰρ τούτων αἱ τάξεις διανεμέμηνται περὶ τοὺς θεούς), ἡ δὲ τρίτη μόνων τῶν γενεσιουργῶν ἐστὶ ψυχῶν. καὶ μὴν καὶ τὸ ὑπάρξασθαι’ σφόδρα οἰκείως εἴρηται· διότι γὰρ συναπογεννᾷ καὶ ἄλλα αἴτια τῷ δημιουργῷ τὴν 25 ψυχήν, οἷον τὰ ζῳογονικὰ λέγω, διὰ τοῦτο αὐτὸς ὑπάρχεσθαι λέγεται. καὶ διότι καὶ τὸ ὄχημα τῆς ψυχῆς αὐτὸς ἀπογεννᾷ καὶ πᾶσαν τὴν ἐν αὐτῷ ζωήν, ἥ προσυφραίνουσι οἱ νέοι θεοὶ τὸ θνητὸν εἶδος τῆς ζωῆς, δι’ ὃ μοι δοκεῖ καὶ τὸ ἀθάνατον κοινὸν ὑπάρχον ἐπ’ ἀμφοτέροις παραλαβεῖν, ἀλλὰ μὴ 30 τὸ λογικόν, καὶ τοῦτο προάγειν ἀπὸ τῆς μιᾶς δημιουργίας, λέγων καὶ καθ’ ὅσον μὲν αὐτῶν ἀθανάτοις ὁμώνυμον εἶναι προσῆκει· πᾶν γὰρ ἀεὶ τὸ ὄχημα μετὰ τῆς F οἰκείας αὐτοῦ ζωῆς καὶ τῆς λογικῆς ψυχῆς, ἥς ἐξήρτηται,

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
