# In Platonis Timaeum Commentaria 3.251.1

Proclus, In Platonis Timaeum Commentaria, 3.251.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.251.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.251.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 41 CD] τὴν τε τοῦ ὀχήματος διαμονὴν καὶ τὴν τοῦ ἀλόγου καὶ τὸ θνητὸν ἐπ’ αὐτοῦ τὸ σωματεῖδές καὶ περὶ τὴν ὕλην ἐπτοημένον καὶ ἐπιμελούμενον τῶν θνητῶν ἐξηγουμένοι, ὡς Ἰάμβλιχος οἴεται καὶ ὅσοι τούτῳ συνάδειν ἀξιοῦσι, καὶ οὐχ ἁπλῶς ἀπὸ τῶν σωμάτων τῶν θείων αὐτῷ διδόντες τὴν ὑπόστασιν, ἵνα δὴ γεγόμενον ἐκ κινομένων αἰτίων καὶ μεταβλητὸν ἢ κατὰ τὴν ἑαυτοῦ φύσιν, ἀλλ’ ἀπὸ τῶν θεῶν αὐτῶν τῶν τὸν κόσμον κατευθυνόντων καὶ πάντα διαιωνίως ποιούντων. ἐπὶ δὲ τοιούτοις καὶ τοιούτοις δοξάσμασιν ἔχει τις λόγος τὸ τε θνητὸν αὐτόθεν ἀποδεχόμενος καὶ τοῖς πράγμασι καὶ πᾶσι τοῖς Πλατωνικοῖς δόγμασι συναδῶν· ὅτι μὲν γὰρ τὴν ἄλογον ζωὴν ὁ Πλάτων καὶ μετὰ τὴν τοῦ ἐνύλου σώματος διατηρεῖν βούλεται φθοράν, δῆλον ἡμῖν ποιεῖ δι’ ὧν καὶ κολαζομένην ἐν Ἀἰδου παραδίδωσι τὴν ψυχὴν διὰ τε θυμοὺς καὶ ἐπιθυμίας, οὐδὲν δεομένην κολάσεων, εἴ πάντων ἀφήρηται τῶν παθῶν (λόγος γὰρ ἂν ἦν καθαρὸς), καὶ πρὸ τοῦ σώματος ἐν ταῖς ἀρχέσει τῶν βίων τυραννικοὺς βίους αἱρουμένην ὑπὸ λαιμαργίας καὶ σοφιστικοὺς καὶ δημοτικοὺς ὑπὸ φιλοδοξίας, καὶ ταῦτα τὴν πρῶτον ἀπὸ τοῦ οὐρανοῦ κατιοῦσαν καὶ αὐτὴν τὴν νεοτελῆ ψυχὴν. ὅτι δὲ καὶ τὸ ὄχημα διασῴζει τῆς ψυχῆς αἰδίον, ἐμφανές· καὶ γὰρ ἐν Ἀἰδου τὰς ψυχὰς ποιεῖ τοῖς ἑαυτῶν ὀχήμασι χρωμένας (ἀναβάντες γάρ, φησίν, ἂ δὴ αὐτοῖς ὀχήματα ἐστιν, ἐπεραίουντο τὸν ποταμόν, ὡς φησιν ὁ ἐν Φαίδωνι [113D] Σωκράτης) καὶ νῦν ἀπὸ τοῦ δημιουργοῦ τὸ ὄχημα γεννᾷ· αὐτὸς γὰρ ἐστιν ὁ εἰς ὄχημα ἐμβιβάζων τὴν ψυχὴν καθ’ ὁμοιότητα τῶν θείων ψυχῶν. καὶ πῶς γὰρ ἂν ἄλλως εἴη δυνατόν ἐγκόσμιον εἶναι τὴν ψυχὴν ἢ ὄχημα ἔχουσαν ἐν τῷ παντί; τὸ γὰρ ἐγκόσμιον πᾶν ἕδραν ἔχει καὶ τάξιν ἐν τῷ κόσμῳ καὶ μόριον αὐτοῦ συμπληροῖ. πότερον οὖν ἢ μερικὴ ψυχὴ κρεῖττων ἔσται πρὸ τῆς τοῦ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
