# In Platonis Timaeum Commentaria 3.252.1-2

Proclus, In Platonis Timaeum Commentaria, 3.252.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.252.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.252.1-2

D ὀχήματος συναρτήσεως ἢ χειρῶν; εἰ μὲν γὰρ κρείττων, ἔσται θειοτέρα καὶ τῶν ὅλων ψυχῶν, αἷς ὀχήματα δέδωκεν ὁ δημιουργός· εἰ δὲ χειρῶν, πῶς γεννηθεῖσαν αὐτὴν εἰς ὄχημα ἐνεβίβασεν εὐθὺς; οὐ γὰρ ἀπὸ τοῦ παρὰ φύσιν ἄρχεται τὰ αἴδια τῶν πραγμάτων, ἀλλ’ ἀπὸ τοῦ κατὰ φύσιν. ταῦτα μὲν οὖν ὅτι δέδοκται τῷ Πλάτωνι, φανερόν. Ἐπεὶ δὲ διαφορὴν ἔνταῦθα προσαγορεύει θνητὸν τὸ προσυφαινόμενον ἀπὸ τῶν ἐγκοσμίων θεῶν, τί ποτε περὶ αὐτοῦ ῥητέον; ἄρα τοῦτο, ὃ φασί τινες, ὅτι τὴν ἐν τῷ ὀχήματι ζωὴν καὶ προσυφαινεσθαι λέγει παρὰ τῶν νέων θεῶν καὶ θνητὴν προσαγορεύει, διὸ σωματοειδὴς ἐστι καὶ περὶ τὸ θνητὸν διατρίβει; καὶ ποῦ ταύτην ὁ Πλάτων τὴν προσυφαινομένην ἀπὸ τῶν νέων θεῶν ἀθάνατον προσεῖπεν, ἵνα τὸ θνητὸν ἐν τούτοις τοιοῦτον ὑπολάβωμεν; πῶς δὲ κἀκεῖνο παραδέδωκε κοινόν, ὅτι τῶν μὲν ἀθανάτων αὐτὸς ἐστι δημιουργός, τῶν δὲ θνητῶν τὴν γένεσιν ἐκείνοις παραδέδωκε; μετὰ γοῦν τὴν παράδοσιν τῆς δημιουργίας μόνων εἰσὶ δημιουργοὶ θνητῶν οἱ νέοι θεοί. ἀλλ’ ἄρα τοῦτο, ὃ λέγουσί τινες, ὅτι μένει καὶ διαλύεται τὸ αὐτὸ διὰ τῆς ἀναστοιχειώσεως, καὶ διὰ τοῦτο θνητὸν τε ἅμα καὶ οὐ θνητὸν ἐστιν; ἀλλὰ τοῦτο καὶ καθ’ ἑαυτὸ μὲν E ἄτοπον· τῆς γὰρ ἐνώσεως ἀπολομένης πῶς ἔτι τὸ αὐτὸ διαμένειν φήσομεν; οὐ γὰρ ἐστὶ ζωῶν συμφόρησις ἢ ἄλογος, ἀλλὰ μία ζωὴ πολυειδής. πρὸς δὲ τούτοις καὶ τὰ οὐράνια ποτὲ μὲν ἀφαιρέσεις, ποτὲ δὲ προσθέσεις δέχεσθαι δίδωσιν, ὃ δὴ παντάπασι αὐτῶν ἀλλότριόν ἐστιν. ἀλλ’ ἄρα φθαρτὴν ἀπολείψομεν τὴν ζωὴν ταύτην ἅμα τῷ σώματι σκεδανυμένην; καὶ πῶς αἱ κολάσεις, πῶς δὲ αἱ καθάρσεις, πῶς δὲ αἱ τῶν βίων αἱρέσεις, αἱ μὲν κατὰ φαντασίαν, αἱ δὲ κατὰ θυμόν, αἱ δὲ κατ’ ἐπιθυμίαν; αἳ τε εἰς τὰ ἄλογα τῶν ζῴων εἰσδύσεις πῶς; δι’ ἀλογίας γὰρ ἡ συναφὴ πρὸς τὸ ἄλογον, ὥσπερ διὰ νοῦ πρὸς τὸν νοῦν. μήποτε οὖν κάλλιον οὕτω λέγειν, ὥσπερ ὁ ἡμέτερος διδάσκαλος, τὰς μὲν ἀκρότητας τῆς ἀλόγου ζωῆς τὸ πνεῦμα περιέχειν καὶ εἶναι ταύτας μετὰ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
