# In Platonis Timaeum Commentaria 3.254.1-2

Proclus, In Platonis Timaeum Commentaria, 3.254.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.254.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.254.1-2

δυνάμεις συμπαράγουσιν ἐκεῖνοις τὰ ἑαυταῖς ἀνὰ λόγον, διὸ καὶ ἐμπνέουσιν αὐτὰς καὶ δυναμοῦσι. καὶ ὅτι μὲν ὄχημά τι δίδωσι τῇ ψυχῇ καὶ αὐτὸς ἐνταῦθα δῆλον· ἐμβιβάζει γὰρ αὐτὴν μικρὸν ὕστερον 41DE ὡς εἰς ὄχημα, ποιῶν ἐγκόσμιον καὶ πολίτιν τοῦ παντός. δεῖ δὲ κατανοεῖν, ὅς καὶ τὴν ἄλογον προὑφίστησι τοῦδε τοῦ σώματος· εἰ γὰρ μὴ τοῦτο, δυοῖν θάτερον, ἢ ὡς ἐν ἐκείνῳ τῷ ὄχηματι παραγαγὼν αὐτὴν οὐκέτι παρήγαγεν ἐν ἄλλῳ ὄχηματι καὶ ταύτην ἰδρύσας, ἢ ἐν μόνῳ τῷδε τῷ σώματι τὴν ὑπόστασιν αὐτῇ δίδωσιν. ἀλλ’ εἰ μὲν τοῦτο, θνητὴ μὲν εἰκότως ἂν αὐτὴ λέγοιτο· πῶς δὲ ἔτι φυλάξομεν τὰ ἐν ἄλλοις ῥηθέντα περὶ αὐτῆς, οὐχ ἕξομεν, λέγω δὲ τὰς αἱρέσεις τῶν βίων, τὰς ἐν ’Αἰδου κολάσεις, ἐν αἷς πάντως ἐστὶ καὶ τὸ ἄλογον. εἰ δὲ ἐν τῷ ὄχηματι καὶ ταύτην εἶναι φήσομεν, ἀθάνατος ἂν ἐξ ἀνάγκης εἴη καὶ κρατοῖη ἂν ὁ ἀπαθανατίζων καὶ ταύτην λόγος, καὶ οὐκέτ’ ἀληθὴς τὸν μὲν ἕνα δημιουργὸν ἀθανάτων C αἴτιον εἶναι, τοὺς δὲ πολλοὺς θνητῶν, τοὺς ἐγχειρισθέντας τὴν τῶν θνητῶν δημιουργίαν. δειχθέντος δέ, ὡς εἴπομεν, ὅτι οἱ νέοι θεοὶ παράγουσι πρὸ τοῦδε τοῦ σώματος τὴν ἄλογον καὶ ὄχημα ἄλλο πνευματικόν, οἷον καὶ ’Αριστοτέλης ὑπέλαβε, συνεξιδὸν τῷ ἀθανάτῳ τῷ ἐν ἡμῖν καὶ συνεσιδόν, θνητὸν δὲ ὅμως ὄν, λέλυται πάντα ἡμῖν τὰ ποιοῦντα τὰς ἀπορίας. ταῦτα μὲν οὖν καὶ προιόντος τοῦ λόγου ἔσται καταφανέστερα. πόθεν δὲ ἄρχονται τῆς δημιουργίας οἱ νέοι θεοὶ καὶ ποίας μεσότητος ἔχουσι καὶ ποίοις χρῶνται τέλεσιν, ἰκανῶς δὲ φιλόσοφος ἀναδιδάσκει διὰ τούτων.

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
