# In Platonis Timaeum Commentaria 3.254.1

Proclus, In Platonis Timaeum Commentaria, 3.254.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.254.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.254.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 41 CD] δυνάμεις συμπαραγόνσιν ἐκείνοις τὰ ἔανταὶς ἀνὰ λόγον, διὸ καὶ ἐμπνέουσιν αὐτὰς καὶ δυναμοῦσι. καὶ ὅτι μὲν ὄχημά τι διδῶσι τῇ ψυχῇ καὶ αὐτὸς ἐνταῦθα δῆλον· ἐμβιβάσει γὰρ αὐτὴν μικρὸν ὑστερὸν 41DE ὡς εἰς ὄχημα, ποιῶν ἐγκόσμιον καὶ πολίτην τοῦ παντός. δεῖ δὲ κατανοεῖν, ὅς καὶ τὴν ἄλογον προὔφιστησι τοῦδε τοῦ σώματος· εἰ γὰρ μὴ τοῦτο, δυοῖν θάτερον, ἢ ὡς ἐν ἐκείνῳ τῷ ὄχηματι παραγαγὼν αὐτὴν οὐκέτι παρήγαγεν ἐν ἄλλῳ ὄχηματι καὶ ταύτην ἰδρύσας, ἢ ἐν μόνῳ τῷδε τῷ σώματι τὴν ὑπόστασιν αὐτῇ διδῶσιν. ἀλλ’ εἰ μὲν τοῦτο, θνητὴ μὲν εἰκότως ἂν αὐτὴ λέγοιτο· πῶς δὲ ἔτι φυλάξομεν τὰ ἐν ἄλλοις ῥηθέντα περὶ αὐτῆς, οὐχ ἕξομεν, λέγω δὲ τὰς αἰρέσεις τῶν βίων, τὰς ἐν ’Αἰδοῦ κολάσεις, ἐν αἷς πάντων ἐστὶ καὶ τοῦ ἀλόγου. εἰ δὲ ἐν τῷ ὄχηματι καὶ ταύτην εἶναι φήσομεν, ἀθάνατος ἂν ἐξ ἀνάγκης εἴη καὶ κρατοῖη ἂν ὁ ἀπαθανατίζων καὶ ταύτην λόγος, καὶ οὐκέτ’ ἀληθὲς τὸν μὲν ἕνα δημιουργὸν ἐθανάτων αἴτιον εἶναι, τοὺς δὲ πολλοὺς θνητῶν, τοὺς ἐγχειρισθέντας τὴν τῶν θνητῶν δημιουργίαν. δεῖχθέντος δέ, ὡς εἴπομεν, ὅτι οἱ νέοι θεοὶ παράγουσι πρὸ τοῦδε τοῦ σώματος τὴν ἄλογον καὶ ὄχημα ἄλλο πνευματικόν, οἷον καὶ ’Αριστοτέλης ὑπέλαβε, συνεξίν τῷ ἀθανάτῳ τῷ ἐν ἡμῖν καὶ συνεισίων, θνητὸν δὲ ὅμως ὄν, λέλυται πάντα ἡμῖν τὰ ποιοῦντα τὰς ἀπορίας. ταῦτα μὲν οὖν καὶ προιόντος τοῦ λόγου ἔσται καταφανέστερα. πόθεν δὲ ἄρχονται τῆς δημιουργίας οἱ νέοι θεοὶ καὶ ποίας μεσότητος ἔχουσι καὶ ποίοις χρῶνται τέλεσιν, ἰκανῶς ὁ φιλόσοφος ἀναδιδάσκει διὰ τούτων.

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
