# In Platonis Timaeum Commentaria 3.261.1

Proclus, In Platonis Timaeum Commentaria, 3.261.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.261.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.261.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 41 D] ἀπὸ τοῦ αὐτοῦ μὲν πατρὸς καὶ ταύτας παραγαγών, οὐ μὴν παντελῶς· τὸ γὰρ πάλιν ἐμφαίνει κατὰ δή τινα μερικωτέραν τοῦ δημιουργοῦ δύναμιν γίνεσθαι τὴν τούτων πρόοδον, τὴν αὐτὴν πως οὔσαν πρὸς τὴν πρὸ αὐτῆς καὶ οὐ τὴν αὐτήν· διότι γὰρ οὐκ ἔστι χρονικὸν τὸ πάλιν (οὐ γὰρ θέμις ἐν τοῖς αἰωνίοις κατὰ χρόνον τῶν ἐνεργειῶν εἶναι τινα διαφορὰν), τὴν τάξιν ἂν μόνην δηλοῖ τῶν κατ’ αἰτίαν ἐξηλλαγμένων δημιουργιῶν, ὥστε καὶ ὁ αὐτὸς πῶς ἔστι πατὴρ καὶ οὐχ ὁ αὐτός. ἔτι τοίνυν ἀπὸ τοῦ αὐτοῦ μὲν κρατήρος, μετὰ ὑφέσεως δὲ ὅμως· αἱ μὲν γὰρ θεᾶι ψυχαὶ μένουσιν ἐν τῷ κρατήρι καὶ προιοῦσαι, καὶ ἀνεκρότητοι εἰσιν ἐκεῖθεν, αἱ δὲ ἡμέτεραι πάντη διωρίσθησαν ἀπ’ αὐτοῦ καὶ ὁ χωρισμὸς αὐτῶν καταρνής. πρὸς τοῦτοὺς καὶ τὰ γένη ταῦτά ἐστι καὶ ἕτερα· πᾶσαι μὲν γὰρ ἐκ τῶν μέσων, ἀλλ’ αἱ μὲν ἐκ τῶν πρώτων, αἱ δὲ ἐκ τῶν ὑπολοίπων καὶ ἐσχάτων ἐπὶ πᾶσι τοῖς ἔμπροσθεν, ἐξ ὧν αἱ πρὸ αὐτῶν ὑπέστησαν. ἔτι δὲ καὶ τρόπος ὁ αὐτὸς ἄμα καὶ οὐχ ὁ αὐτός· πλείων γὰρ ἡ ἑτερότης ἐπὶ τῶν μερικῶν· διὸ καὶ ἡ μνεῖα τῆς μίξεως πλείων. οὐκ ἄρα ἀποδεξόμεθα τῶν νεωτέρων ὅσοι τὴν ἡμετέραν ψυχὴν ἰσάζιον ἀποφαίνουσι τῆς θείας ἢ ὁμοούσιον ἢ οὐκ οἷδ’ ὅπως βούλονται λέγειν· ἀκουέτωσαν γὰρ τοῦ Πλάτωνος δεύτερα καὶ τρίτα λέγοντος καὶ χωρίζοντος ἀπὸ τοῦ κρατήρος τὰς μερικὰς ψυχὰς καὶ κατὰ δευτέραν νόησιν, ὁ δὲ ταὐτὸν τῷ μερικωτέρῳ, ἀπὸ τοῦ δημιουργοῦ παράγοντος αὐτάς· ὁ γὰρ ταῦτα λέγων οὐσιώδεις διαφορὰς τῶν ψυχῶν, ἀλλ’ οὐ κατὰ τὰς ἐνεργείας μόνον ὡςπερ ὁ θεὸς ἐνδείκνυται Πλωτῖνος· ἔστωσαν γὰρ αἱ μὲν πρὸς τοὺς ὀλίγους ὁρῶσαι νόας, αἱ δὲ πρὸς τοὺς μεριχοὺς, καὶ αἱ μὲν ἀχρόντοις χρῶμεναι νοήσεσιν, αἱ δὲ ἀποστρεφόμεναι ποτε τὰ ὄντα, καὶ αἱ μὲν ἀεὶ δημιουργικαὶ καὶ κοσμητικαὶ τῶν ὅλων, αἱ δὲ ποτὲ συμπεριπολοῦσαι τοῖς θεοῖς, καὶ αἱ μὲν ἀεὶ κινεῦσαι καὶ ποδηγετοῦσαι τὴν εἰμαρμένην, αἱ δὲ ὑπὸ εἰμαρμένην ποτὲ γιγνόμεναι καὶ τοὺς

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
