# In Platonis Timaeum Commentaria 3.264.1-2

Proclus, In Platonis Timaeum Commentaria, 3.264.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.264.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.264.1-2

θεοὺς αἰτίαν, αὐτὸς οὐσιοποιός, αὐτὸς ζωογόνος, αὐτὸς εἰδοποιός. ἐπειδή δὴ δεῖ καὶ διωρισμένην αἰτίαν εἶναι τῆς ψυχικῆς ζωῆς τὴν συνδημιουργοῦσαν αὐτῷ τὸν ὅλον κόσμον καὶ ἀπογεννῶσαν πᾶσαν τὴν ψυχικὴν οὐσίαν, καὶ ταύτην διὰ τοῦ κρατῆρος ἔλεγεν ἡμῖν παραδίδοσθαι. καὶ τοὺς μὲν θεολόγους, ἐν ἀπορρήτοις λέγοντας ἃ λέγουσι, γάμους τε καὶ τόκους ἐπινοεῖν θεῶν, δι’ ὧν αἰνίσσονται τὰς ἐν τοῖς θεοῖς τῶν ἀπογεννήσεων ὁμονοητικὰς κοινωνίας, τὸν δὲ Πλάτωνα κράσεις τε καὶ συγχράσεις διαμυθολογεῖν, τὰ μὲν γένη τοῦ ὄντος ἀντὶ τῶν σπερμάτων, τὴν δὲ μῖξιν ἀντὶ τοῦ γάμου παραλαμβάνοντα· καὶ γὰρ αἱ ψυχαὶ κατὰ μὲν τὸ ἐν αὐταῖς ὂν ἀπὸ τοῦ δημιουργοῦ παρῆχθησαν, κατὰ δὲ τὴν ζωὴν ἀπὸ τοῦ κρατῆρος· αἰτία γὰρ ἐστὶ ζωογόνος τῆς ψυχικῆς οὐσιώδους ζωῆς. ἐπειδή δὲ μᾶλλον εἰσὶ ζωαὶ καὶ πρὸς τὴν ζωογονικὴν ὠκεῖωνται τάξιν, διὰ τοῦτο ἄρχεται μὲν ἡ μῖξις ἀπὸ τοῦ δημιουργοῦ, τελειοῦται δὲ ἐν τῷ κρατῆρι· πανταχόθεν γὰρ οὗτος περιέχει τὰ γένη τῶν ψυχῶν ἐν ἑαυτῷ καὶ μετὰ τοῦ δημιουργοῦ συναπογεννᾷ τὰς ψυχάς. τέτταρα οὖν ταῦτά ἐστιν, ὁ κεραυνὸς ὁ κρατὴρ τὰ κιρνάμενα τὸ κράμα, καὶ ὁ μὲν τὴν πατρὸς ἔχει τάξιν, ὁ δὲ τὴν γεννητικὴν καὶ ἀφοριστικὴν τοῦ εἴδους τῶν ψυχῶν, τὰ δὲ πρόεισι μὲν ἀπ’ ἀμφοῖν, μᾶλλον δὲ ἐκ τοῦ πατρός, τὸ δὲ εἰδοποιεῖται κατὰ τὴν γεννητικὴν αἰτίαν ἐν τι γιγνόμενον ὑπὸ τοῦ κρατῆρος. εἰ δὴ δεῖ παραγυμνῶσαι τὴν τοῦ καθηγεμόνος ἡμῶν διάνοιαν, ἴστέον, ὅτι τῆς ζωογόνου θεότητος πᾶσας τὰς πηγὰς ἐν ἑαυτῇ περιεχούσης τῆς ζωῆς, ὅσαι τε ψυχῶν εἰσὶ γεννητικαὶ καὶ ὅσαι τῆς δαιμονίας τάξεως καὶ ὅσαι τὰς ἀγγελικὰς ἀποτίκτουσι σειρὰς καὶ ὅσαι τὴν φύσιν ἐπ’ ἐσχάτοις παράγουσι, πρόεισί τις ἀπ’ αὐτῆς μία θεότης ζωογόνος, πηγὴ πάσης τῆς τῶν ψυχῶν προόδου καὶ ἀπογεννήσεως, ἢ καὶ τῷ δημιουργῷ συνταττομένη συνυφίστησιν αὐτῷ τὸν ψυχικὸν ὅλον διάκοσμον, πᾶσαν μὲν τὴν

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
