# In Platonis Timaeum Commentaria 3.266.2

Proclus, In Platonis Timaeum Commentaria, 3.266.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.266.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.266.2

παραλαμβάνει τὸν κρατῆρα, μόνας δὲ ὑφιστὰς τὰς ψυχάς, ἐπεὶ καὶ μέσαις οὐσαῖς αὐταῖς οἰκεία ἡ κράσις). εἰ δὲ ψυχο- F γονικὸς ἐστίν, δηλαδὴ ψυχῶν ἰδίως ἐστὶν αἴτιος· εἰ δὲ τῷ δημιουργῷ σύστοιχος, ἵνα μὴ δέηται τῶν μεθ’ ἑαυτὸν ἢ ὀλιγώτερόν τι ἔχῃ ἑαυτοῦ μὴ πάντων αἴτιον ὄν ὃν αὐτὸς ἐστὶ πάντων αἴτιος, νοερὸς δὲ θεὸς ὁ δημιουργὸς ἀρίστος ὧν τῶν αἰτίων, νοερὸς δῆπουν καὶ ὁ κρατήρ· καὶ εἰ πηγαῖος ἐκεῖνος, πηγαῖος καὶ οὗτος. καὶ τί δεῖ λέγειν; πηγαῖον μὲν κρατῆρα καὶ οἱ βάρβαροι καὶ τὰς μερικὰς πηγὰς προσειργάσαν. ἐστιν οὖν καὶ οὗτος ὁ κρατὴρ πηγαῖος κρα- 10 τήρ· αἰτία γὰρ ἐστὶ τῶν ψυχῶν ἢ ψυχαί, καὶ οὐ πάσης ζωῆς· οὐ γὰρ νοερὰς οὐδὲ φυσικῆς· τὴν τε ψυχὴν αὐτὸς 316 ἀλλαχοῦ [leg. VII 808 D] πηγὴν τοῦ φρονεῖν καὶ ἐν Φαίδρῳ [245 C] πηγὴν καὶ ἀρχὴν κινήσεως προσείρηκε. πολλῷ ἄρα μᾶλλον τὴν πρωτίστην ψυχὴν πηγαίαν 15 προσαγορεύσομεν καὶ κρατῆρα πηγαῖον κατ’ αὐτόν, εἴ τις ἂν εἴη παρὰ τῷ δημιουργῷ τῶν ὅλων ἱδρυμένος. ἐπεὶ καὶ ἄλλοι παραδέδονται κρατῆρες ὑπὸ τε Ὀρφέως καὶ Πλάτωνος· Πλάτων τε γὰρ ἐν Φιλήβῳ [61 BC] τὸν μὲν Ἥφαιστείον κρατῆρα παραδίδωσι, τὸν δὲ Διονυσιακόν, καὶ Ὀρφεὺς [p. 216 Ab.] 20 οἶδε μὲν καὶ τὸν τοῦ Διονύσου κρατῆρα, πολλοὺς δὲ καὶ ἄλλους ἱδρύει περὶ τὴν Ἡλιακὴν τράπεζαν. τί δὲ καὶ Ὀμηρος [A 2 s A 597 ss]; οὐχὶ τὴν τε Ἥρην οἰνοχοοῦσαν παραδίδωσι καὶ τὸν Ἥφαιστον ἀπὸ κρατῆρος ἀφύσσοντα καὶ διανέμοντα πᾶσι τὸ νέκταρ; ἀλλὰ ταῦτα μὲν πλείονος δεῖται 25 λόγου· πρὸς δὲ τὸ παρὸν ἀποδεῖ τὰ εἰρημένα, τὴν δὲ τελεωτέραν περὶ ἑκάστου παράδοσιν ἐν ἄλλοις ἐξετάσομεν, εἰ ταύτῃ τοῖς θεοῖς φίλον. Ἀπορήσει δ’ ἂν τις ἐπὶ τούτοις, διὰ τίνα αἰτίαν τὴν μὲν τοῦ παντὸς ψυχὴν ἀπογεννῶν οὐδεμίαν πεποίηται τοῦ κρατῆρος μνήμην, ἀλλὰ τοῦ κράματος 30 B μόνου καὶ τῆς συγκράσεως, ἐπὶ δὲ τῶν μερικῶν ψυχῶν ἐμνημόνευσεν, ἅμα καὶ ὡς ἢ τοῦ παντὸς ἐκ τοῦ κράματος

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
