# In Platonis Timaeum Commentaria 3.270.3

Proclus, In Platonis Timaeum Commentaria, 3.270.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.270.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.270.3

12 πρὸς τὰς — 13 ἀποδιδόναι om D 13 μὲν ll. : δὲ ci s τῶν ὠδῖνας ἀποπιμπλάντες, κἂν μὴ λέγῃ Πλάτων ψυχὴν ὑπερκόσμιον. Ἐὶ δέ τις ἀποροίη, διὰ τί μὴ καὶ τῶν ἄλλων ψυχῶν ἐμνήσθη τῶν τε θείων καὶ τῶν δαιμονίων, ῥητέον καὶ πρὸς τοῦτον, ὅτι τὴν αὐτὴν κράσιν ἐπὶ τούτων παραλαμβάνει· καὶ γὰρ εἰ διαφέρουσιν αἱ δαιμόνιοι τῶν θείων, ἀλλ’ ὡς ἕν θεωρεῖ πᾶν τὸ ἄχραντον τῶν ψυχῶν γένος πρὸς τὸ γενεσιουργὸν παραβαλλόμενον, ἅμα δὲ καὶ διὰ τῆς τῶν ἄκρων ψυχῶν μνήμης ὡς ἐκ τοῦ κρατῆρος ὑφισταμένων δεδήλωκεν, ὅτι καὶ ταῖς μέσαις ἐκεῖθεν πάσαις τὸ εἶδος. λέγω δὲ ἄκρας τὴν τε τοῦ παντὸς καὶ τὰς μερικὰς. ἐπεὶ ὅτι γε καὶ τοῖς ἄστροις ἰδίας δίδωσι ψυχὰς καὶ τοῖς ὑπὸ σελήνην θεοῖς, δῆλον μὲν καὶ ἐκ τῶν ἐν Νόμοις [X 898DE] εἰρημένων (καὶ γὰρ φησιν ἐν ἐκείνοις ψυχὴν μὲν οὐχ ὁρῶμεν, σῶμα δὲ ὁρῶμεν, καὶ ζητεῖ, πῶς ἡ ψυχὴ αὕτη τὸ σῶμα κινεῖ), δῆλον δὲ καὶ ἐκ τῶν ἐνταῦθα προειρημένων· ζῷα γὰρ θεῖα καλεῖται τὰ ἄστρα. πόθεν οὖν ἔχει τὸ θεῖον, πόθεν δὲ τὴν ἰδίαν κίνησιν; εἰ γὰρ δὴ λέγοι τις κατὰ τὴν μεριστὴν ζωήν, οὐδὲν διοίσει τὸ θεῖον ζῷον τῶν ἐνταῦθα φαυλοτάτων, ἃ μόνην ἐντελέχειαν ὑπεδέξατο ἐκ τοῦ παντός. τοῖς δὲ ὑπὸ σελήνην θεοῖς, τοῖς ἐξ Οὐρανοῦ καὶ Γῆς καὶ Ὠκεανοῦ καὶ Τιθύος, ψυχὰς οὐ δώσομεν; καὶ πῶς ἔτι θεοί; ἢ γὰρ χρείτους ἔσονται ψυχῶν ἢ ψυχὰς ἔξουσιν. εἰ δὲ ἐγκόσμιόί εἰσι, ψυχαὶ αὐτῶν ἐξήρτηνται θεῖαι, κἄπι τῶν δαιμόνων δὲ ὁ αὐτὸς λόγος. εἰ δ’, ὅπερ εἴρηται, μὴ καὶ τούτων ἐμνημόνευσε νῦν, οὐ θαυμαστόν· οὐ γὰρ ὅμοιος τῆς ὑποστάσεως καὶ ἐπ’ αὐτῶν τρόπος· πάσαις γὰρ ταῖς ὑφισταμέναις ἐκεῖνος ψυχαῖς κοινόν ἐστι τὸ ἄτρεπτον, τὸ ἄκλινές, τὸ ἀνεκφοίτητον τῶν νοητῶν, ῥοπὴ δὲ καὶ τόλμα καὶ πτερορρύσις ἀπὸ τῶνδε τῶν ψυχῶν ἄρχεται τῶν νῦν παραγομένων. εἰ δὲ πάλιν ζητοίημεν, τίνι διοίσουσι τῆς κοσμικῆς ψυχῆς αἱ θεῖαι καὶ δαιμόνιοι καὶ αἱ μερικαὶ κατὰ τὸ ψυχογονικὸν διάγραμμα (οὐ γὰρ δυνατόν ἐκ τῶν αὐτῶν εἶναι

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
