# In Platonis Timaeum Commentaria 3.276.3

Proclus, In Platonis Timaeum Commentaria, 3.276.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.276.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.276.3

Συστήσας δὲ τὸ πᾶν διεῖλε ψυχὰς ἰσαρίθμους τοῖς ἀστροῖς, ἐνειμέ τε ἑκάστην πρὸς ἕκαστον [41D]. Πᾶσα μὲν ἡ τῶν ψυχῶν τάξις εἰς δύο ταύτας ἀνίηται πηγὰς, τὴν τε δημιουργικὴν καὶ τὴν ζωογονικὴν, καὶ ἀπὸ τούτων πρόεισι τὰ τε πρόσω αὐτῆς καὶ τὰ μέσα καὶ τὰ τέλη καὶ διὰ τούτων ἀφορίζει τῶν θεῶν. ἐπειδὴ δὲ καὶ ἐν αὐτῇ τὰ μὲν ἐστὶν ὀλιχώτερα, τὰ δὲ μερικώτερα καὶ τὰ μὲν ἀνεκφοίτητα τῶν οἰκείων ἀρχῶν, τὰ δὲ προϊόντα μέχρι τῆς ὕλης καὶ τὰ μὲν ἡγεμονικά, τὰ δὲ ἐπομένων ἔχοντα λόγον, ἐφίστησιν ὁ δημιουργὸς τὰ ἕτερα τοῖς ἑτέροις καὶ ὑποτάττει τὰ μερικώτερα τοῖς ὀλιχωτέροις διαιρεῖ τε κατὰ γένε τὰς πολλὰς ψυχὰς τοῖς προστάταις αὐτῶν θεοῖς καὶ κατὰ ἀγέλας ἄλλαις ἄλλους ἐφίστησιν ἡγεμόνας. καὶ νῦν μὲν ὁφιστὰς θείας ψυχὰς ὁπαδοὺς ποιεῖ τὰς μερικὰς, μικρὸν δὲ ὕστερον [41DE] καὶ τὰ ὀχήματα αὐτῶν ὑποτάξει ταῖς θείαις περιφοραῖς, ὅταν κάκεινα παραγάγῃ, καὶ τὰ ὅλα τοῖς ὅλοις· ὁ γὰρ ἐστὶ ψυχὴ πρὸς ψυχὴν, τοῦτο ὄχημα πρὸς ὄχημα καὶ τὸ συναμφότερον πρὸς τὸ συναμφότερον κατὰ τὴν σύνθεσιν τὴν γεωμετρικὴν. τοῦτο μὲν οὖν εἰσᾴθης. νῦν δὲ (οὕτω γὰρ αὐτὰς ἐγκοσμίους πεποίηκε) μερίζει περὶ τοὺς θεοὺς τοὺς ἀστρώους· τὰ γὰρ ἄστρα τὰς ψυχὰς δηλοῖ τῶν ἀστρώων σωμάτων. διεῖλεν οὖν αὐτὰς ἰσαρίθμους ταῖς θείαις ψυχαῖς καὶ ἐνειμεν ἑκάστην πρὸς ἕκαστον συστήσας, φησί, τὸ πᾶν, οὐ τοῦτο λέγων, ὅτι μίγμα ποιήσας ἐν, ὡς ἐπὶ τῆς τοῦ παντὸς ἐπολίησεν ἐν ὅλον ἐκ τῶν τριῶν, οὕσιᾶς ταύτου θάτερον, καὶ ἀπὸ τούτου κατὰ ἀφαίρεσιν διαιρῶν τὰς ψυχὰς (οὐ γὰρ ἂν εὐθὺς ἀπὸ τοῦ μίγματος εἰσήγαγε τὴν περὶ τὰς θείας ψυχὰς αὐτῶν διανομὴν, ὑπερβὰς τὴν εἰς τοὺς ἀριθμοὺς καὶ τοὺς ἁρμονικοὺς

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
