# In Platonis Timaeum Commentaria 3.278.1

Proclus, In Platonis Timaeum Commentaria, 3.278.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.278.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.278.1

262 ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 41 D] μένων ἐλάττων ὁ ἀριθμός, ἡ δὲ δύναμις μεῖζων, τῶν δὲ δευτέρως ἡ μὲν δύναμις ἐλάττων, ὁ δὲ ἀριθμὸς πλείων, ἀνὰ λόγον δὲ ἑκάτερος αὐτῇ πρόσεισιν· οὕτω γὰρ καὶ ἐν τοῖς ἀριθμοῖς τῇ πρώτῃ τετράδι καὶ ἐν δεκάσιν τετράς ἀνὰ λόγον καὶ ἡ ἐν ἑκατοντάσιν καὶ ἡ ἐν χιλιάσι. ζητεῖα μὲν δὴ καὶ ταῦτα πρὸς τὴν παροῦσαν ζήτησιν. προσθετέον δὲ καὶ ὅτι τὸ εἶδος καὶ ὁ χαρακτὴρ τοῖς ὀπαδοῖς ἀπὸ τῶν ἡγεμόνων παραγίνεται θεῶν. τοῦτο δὴ τὸ εἶδος ἀριθμός ἐστιν, ἀφορίζων τὴν ἰδιότητα τῆς ζωῆς. ὅσοι οὖν ἡγεμόνες, τοσαῦτα καὶ εἴδη ζωῆς ἐστι τα ἐπόμενα αὐτοῖς, οἷον, εἰ βούλει, Κρόνιον, Δίον, Ἡλιακόν, Σελήνιακόν, καὶ ἐπὶ τῶν ἄλλων θεῶν ὡσαύτως· ἀνωθεν γὰρ ἀρχόμενον τὸ εἶδος διήκει μέχρι τῶν τελευταίων ὀπαδῶν καὶ πάντας εἰς ὁμοιότητα καθίστησι πρὸς τὸν ἡγούμενον θεόν· εἰσὶ γὰρ δὴ περὶ ἑκαστον θεὸν καὶ θεοὶ μερικώτεροι καὶ ἀγγελικαὶ τάξεις, ἐκφαλνουσαι τὸ θεῖον φῶς, καὶ δαίμονες προτοποπεύοντες ἢ δορυφοροῦντες ἢ ὀπαδοὶ τοῦ θεοῦ, καὶ ἡρώων στρατὸς ὑψηλὸς καὶ μεγαλοπρεπής, προκαταστέλλων πᾶσαν τὴν ἐκ τῆς ὕλης ἀταξίαν καὶ συνεκτικὸς τῶν θεῖῶν ὀχημάτων καὶ τῶν ὑπ’ ἐκεῖνα περιπορευομένων μερικῶν, ἐκκαθαίρων [καὶ] ταῦτα καὶ ἐκείνοις ἐξομοίων, καὶ ψυχῶν ἀχράντων χορὸν καθαρότητι διαλάμπων ἄλλων τε ψυχῶν πλήθος ποτὲ μὲν αἴρουσθῶν τὴν τοῦ ἡνίοχου κεφαλὴν εἰς τὸ νοητόν, ποτὲ δὲ ταῖς περικοσμίαις δυνάμεσι τῶν θεῶν συνταττομένων, καὶ τούτων αἱ μὲν κατ’ ἄλλην, αἱ δὲ κατ’ ἄλλην συνέπονται τοῦ θεοῦ δύναμιν. καὶ οὐ διὰ τοῦτο καὶ ἐν ταῖς Ἡλιακαῖς αἱ μὲν τῆς παιωνίου δυνάμεως ἐξήρτηνται, αἱ δὲ τῆς μαντικῆς, αἱ δὲ τῆς δημιουργικῆς, αἱ δὲ τῆς ἀναγωγοῦ, καὶ ἐπὶ τῶν ἄλλων θεῶν οὐχ αἱ τοῦ αὐτοῦ θεοῦ πᾶσαι τὴν αὐτὴν ἔχουσι τάξιν, ἀλλ’ αἱ μὲν περὶ ἄλλας καὶ ἄλλας αὐτῶν αιροῦνται

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
