# In Platonis Timaeum Commentaria 3.28.1-2

Proclus, In Platonis Timaeum Commentaria, 3.28.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.28.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.28.1-2

περὶ τὴν ἐνέργειαν παρεχομένη μᾶλλον τὸ ὡσαύτως, ἢ δὲ ἐξηρημένη) καὶ ὅτι περιοχὴ ἐστὶ τῶν πολλῶν νοητῶν ἐνᾶδων καὶ ἕνωσις. διὸ καὶ ὑπὸ τῶν λογίων πατρογενὲς φῶς εἴρηται, διότι δὴ τὸ ἐνοποιοῦν φῶς πᾶσιν ἐπιλάμπει· πολὺ γὰρ μόνος ἐκ πατρὸς ἀλκῆς δρεψάμενος νοοῦ ἄνθος ἔχει τὸ νοεῖν πατρικὸν νοοῦν <καὶ νοοῦν> ἐνδιδόναι πάσαις πηγαῖς τε καὶ ἀρχαῖς καὶ τὸ νοεῖν αἰεὶ τε μένειν ἀόκνῳ στροφαλίγγι· πατρικῆς γὰρ θεότητος διαφορῆς ὄν, ἣν καλεῖ νοοῦν ἄνθος, νοοῦν ἐπιλάμπει τοῖς πᾶσι καὶ τὸ ἀεὶ ὡσαύτως νοεῖν καὶ ἐρωτικῶς περὶ τὴν πάντων ἀρχὴν στρέφεσθαι καὶ ἐνεργεῖν. ἀλλὰ ταῦτα μὲν <ἐν> ἀβάτοις σήκοις τῆς διανοίας ἀνελίττω. Πάλιν δὲ πανταχόθεν ἀνιχνεύοντες τὴν τοῦ φιλοσόφου περὶ αἰῶνος ἐπιβολὴν δραξώμεθα τοῦ μένοντος αἰῶνος ἐν ἐνί· ποίῳ γὰρ ἐνί, ζητῶμεν. ἆρα τἀγαθῷ, καθάπερ Ἐδόξε τῷ θεολογιχωτάτῳ τῶν ἐξηγητῶν; ἀλλ’ οὐδ’ αὐτὸ ἐν ἑαυτῷ μένει δι’ ἀπλότητα, καθὰ μεμαθήκαμεν ἐν τῇ πρώτῃ τοῦ Παρμενίδου [127 Dss] ὑποθέσει καὶ αὐτὸν ἥρεσε, μὴ τί γε ἄλλο ἐν αὐτῷ· οὐδὲν γὰρ ὧλως ἐν ἐκείνῳ οὔδὲ σὺν ἐκείνῳ διὰ τὸ ἐξηρῆσθαι τῆς πρὸς ὁτιοῦν τῶν ἀπάντων αὐτὸ συντάξεως, ἄλλως τε οὔδ’ ἀγαθὸν οὔτε ἕν εἴωθε λέγεσθαι, ἀλλὰ τἀγαθὸν καὶ τὸ ἕν μετὰ τοῦ ἄρθρου, ἵνα τὴν μοναδικὴν αὐτοῦ καὶ ἐπέκεινα πάσης τῆς συνεγνωσμένης φύσεως ὑπεροχὴν ἐννοήσωμεν. νυνὶ δὲ οὐκ ‘ἐν τῷ ἐνί’ μένειν ὁ αἰὼν εἴρηται, ἀλλ’ ἐν ἐνί· ὥστε οὐκ ἐν τἀγαθῷ. ἀλλ’ ἆρα τοῦτο δηλοῖ τὸ μένοντος αἰῶνος ἐν ἐνί, τὸ οἶον ἡνωμένον τοῦ αἰῶνος καὶ μένοντος ἐν τῷ ἑαυτοῦ ἐνί καὶ εἰς πλήθος ἢ Q D (ς) 3ss cf. or. chald. 27 cum adn.¹ 5 μένος ci Kroll 6s πατρικῷ νῷ ci s 8 < > ins s et Kroll 10 τὸ νοεῖν ll.: δινεῖν ci Kroll ad Procl. in Parm. 1161, 29 ἀεὶ Dς 11s νοοῦ ἄνθος ci Kroll 14 ἀβάτοις σήκοις διανοίας oraculis de- beri censeo 19 scil. Iamblicho 22 cf. in Parm. 1235 22. 24 οὐδὲ ll. : debuit οὔτε 28 ἐν ἐνί ς : ἐνί Q D ἆρα ll.

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
