# In Platonis Timaeum Commentaria 3.280.1-29

Proclus, In Platonis Timaeum Commentaria, 3.280.1 to 3.280.29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.280.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.280.1

δυνάμεις καὶ συναγόμεναι αὐταῖς ἐπὶ τὸ νοητὸν καὶ πληρού- μεναι παρ’ αὐτῶν νοήσεως ἀκλινοῦς καὶ τοῖς ἀριθμοῖς δια- τεταγμέναι τοῖς τῶν οἰκείων ἡγεμόνων. ὥσπερ οὖν αὐται αἱ ἐγκόσμιαι ψυχαὶ διὰ τῶν δώδεκα θεῶν ἀνίασιν ἐπὶ τὸν ὑπερουράνιον τόπον, οὕτω δὴ καὶ αἱ μερικαὶ διὰ τῶν θείων 5 ψυχῶν ἥνωνται γὰρ πρὸς αὐτὰς κατὰ τὴν ὑπερκόσμιον σύνταξιν, ἣν ‘διανομὴν’ ὁ Τίμαιος ἀπεκάλεσεν, ὡς κατὰ τὸν θεῖον νόμον γιγνομένην, ὃς τῷ Διὶ συνίδρυται, καθάπερ ἐν τῷ Γοργίᾳ [523] γέγραπται, καὶ μετ’ αὐτοῦ διακοσμεῖ τὰς ἐν τῷ κόσμῳ τάξεις τὰς τε ὀλικωτέρας καὶ τὰς μερικωτέρας. 10 C ἔστιν οὖν καὶ μία πασῶν τῶν μερικῶν ψυχῶν ὁμοιότης καὶ διαίρεσις κατὰ τὰς ἡγεμονίας τῶν θεῶν καὶ ὁ δημιουργὸς ἀμφοτέρων αἴτιος. καὶ ταῦτα ὑπάρχει ταῖς ψυχαῖς ὑπερ- κοσμίως, ὥστε οὐκ ἀπὸ τῶν σωμάτων οὐδὲ ἀπὸ τῶν τοιῶνδε σχέσεων αἱ διαφοραὶ τῶν ψυχῶν εἰσί, καθάπερ φασί τινες, 15 ἀλλ’ ἀπὸ τῆς ἰδίας αὐτῶν οὐσίας· καὶ γὰρ ἡ σύνταξις αὐ- τῶν πρὸς ἄλλους καὶ ἄλλους ἡγεμόνας καὶ ἡ διανομὴ κατ’ οὐσίαν ἐστίν· ὃ γὰρ ἔχουσι παρὰ τῆς μιᾶς δημιουργίας, ταῦτα κατ’ οὐσίαν ἔχουσιν. ἐπειδή <δὲ> εἴρηται περὶ τὰ ἄστρα νενεμησθαι αἱ μερικαὶ ψυχαί, δῆλον δή, ὅτι τετάρτην ἔχουσι 20 τάξιν ἀπὸ τῆς τοῦ παντός· ὑπ’ ἐκείνην γὰρ αἱ τῶν σφαι- ρῶν εἰσι ψυχαὶ τῶν τε ἐν οὐρανῷ καὶ τῶν ὑπὸ σελήνην ὅλα τὰ στοιχεῖα περιεχουσῶν, ὑπὸ δὲ ταῦτα τὰ ἄστρα καὶ ὅσα μερικώτερα γένη τῶν θεῶν περιέχεται ἐν ταῖς ὁλότησι τῶν εἰρημένων πασῶν περιφορῶν, ὑπὸ δὲ ταῦτα λοιπὸν αἱ 25 μερικαὶ ψυχαί, τῆς μὲν τοῦ παντὸς καθολικῆς μόνως οὖσης, τῶν δὲ τὰς περιφοράς κατανειμαμένων καθολικῶν μερικῶν, τῶν δὲ ἐν ταύταις περιεχομένων ἔμπалиν μερικῶν καθολικῶν οὐσῶν, τῶν δὲ μερικῶν ψυχῶν ἐσχάτων καὶ μόνως μερικῶν D λοιπὸν ὑπαρχουσῶν. πάσας οὖν ἄστρα προσεῖπε τὰς θείας 30 ψυχὰς τὰς ἐν ταῖς ὁλότησι περιεχομένας εἴτε κατ’ οὐρανὸν

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
