# In Platonis Timaeum Commentaria 3.281.2-2

Proclus, In Platonis Timaeum Commentaria, 3.281.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.281.2-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.281.2-2

Καὶ ἐμβιβάσας ὡς εἰς ὄχημα τὴν τοῦ παντὸς φύσιν ἔδειξεν [41 DE]. Ὅσοι μὲν οὖν ὄχημα τὴν τοῦ παντὸς φύσιν εἴρηκασιν τῆς ψυχῆς, ὥσπερ ὁ μέγας Θεόδωρος, οὔτε τοῖς πράγμασιν οὔτε τῇ λέξει τοῦ Πλάτωνος συμφώνους ἀποδεδώκασι λόγους· οὔτε γὰρ ἡ τοῦ παντὸς φύσις ὄχημά ἐστι τῆς μερικῆς ψυχῆς, ἀλλὰ ἀγαπητὸν αὐτῇ τὸ καὶ τὴν μερικὴν φύσιν ἄγειν ὀρθῶς, οὔτε τὸ ἔδειξεν <ἔστιν> ὅπη συντάττειν δυνήσόμεθα τοῖς ἐφεξῆς· πρὸς τί γὰρ ἂν τοῦτο συναρμόσειεν, οὐκ ἔστιν εἰπεῖν. οὐ μὴν οὐδ’ εἴ τινες μὴ πρὸς τὸ ἐπόμενον κῶλον, ἀλλὰ τὸ ἔμπροσθεν ὁρῶντες ὄχημα τὸ ἄστρον λέγοιεν εἰρῆσθαι, προσφυνῶς λέγουσι· ποῦ γὰρ τῆς μερικῆς ὄχημα ψυχῆς τὸ ἄστρον, κἂν αὐτὸ λέγῃς τὸ σωματικὸν ἄστρον τῆς εἰς γένεσιν πιπτούσης τὸ ἄνω ἀεὶ μένον; ἔοικε δὲ ἀμφοτέρους ἀναπεῖσαι τὸ μὴ ὑποστῆσαι πρῶτον τὸ ὄχημα κἄπειθ’ οὕτως εἰς αὐτὸ τὴν ψυχὴν ἐμβιβάσαι, δέοντε συνορᾶν, ὅτι ζῷον ὑφιστάμεντα παραδιδούς τὸν θεὸν καὶ ὁμοῦ τῇ ψυχῇ τὸ ὄχημα ποιοῦντα περιττὸν ὑπέλαβε τὸ σῶμα συνιστάμεντα παραδοῦναι πρότερον, ἄλλως τε καὶ ἐκ τῶν ἔμπροσθεν ἐνδειξάμενος, ὅπως τὰ σώματα συμπαράγει ταῖς

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
