# In Platonis Timaeum Commentaria 3.281.3

Proclus, In Platonis Timaeum Commentaria, 3.281.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.281.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.281.3

Καὶ ἐμβιβάσας ὡς εἰς σχῆμα τὴν τοῦ παντὸς φύσιν ἔδειξεν [41DE]. Ὅσοι μὲν οὖν σχῆμα τὴν τοῦ παντὸς φύσιν εἴρηκασιν τῆς ψυχῆς, ὥσπερ ὁ μέγας Θεόδωρος, οὔτε τοῖς πράγμασιν οὔτε τῇ λέξει τοῦ Πλάτωνος συμφώνους ἀποδεδόκασιν λόγους· οὔτε γὰρ ἡ τοῦ παντὸς φύσις σχῆμά ἐστι τῆς μερικῆς ψυχῆς, ἀλλὰ ἀγαπητὸν αὐτῇ τὸ καὶ τὴν μερικὴν φύσιν ἄγειν ὀρθῶς, οὔτε τὸ ἔδειξεν ὅπῃ συντάττειν δυνήσομεθα τοῖς ἐφεξῆς· πρὸς τί γὰρ ἂν τοῦτο συναρμόσειεν, οὐκ ἔστιν εἰπεῖν. οὐ μὴν οὐδ’ εἰ τινες μὴ πρὸς τὸ ἐπόμενον κῶλον, ἀλλὰ τὸ ἐμπροσθεν ὁρῶντες σχῆμα τὸ ἀστρὸν λέγοιεν εἰρήσθαι, προσφρῶς λέγουσι· ποῦ γὰρ τῆς μερικῆς σχῆμα ψυχῆς τὸ ἄστρον, κἂν αὐτὸ λέγῃ τὸ σωματικὸν ἄστρον τῆς εἰς γένεσιν πιπτούσης τὸ ἄνω ἀεὶ μένον; ἔοικε δὲ ἀμφοτέρους ἀναπεῖσαι τὸ μὴ ὑποστῆσαι πρῶτον τὸ σχῆμα κάπειθ’ οὕτως εἰς αὐτὸ τὴν ψυχὴν ἐμβιβάσαι, δεόντε συνορᾶν, ὅτι ζῶν ὑριστάντα παραδιδούς τὸν θεὸν καὶ ὁμοῦ τῇ ψυχῇ τὸ σχῆμα ποιούντα περιττὸν ὑπέλαβε τὸ σῶμα συνιστάντα παραδόναι πρότερον, ἄλλως τε καὶ ἐκ τῶν ἐμπροσθεν ἐνδειξάμενος, ὅπως τὰ σώματα συμπαραγεί ταῖς

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
