# In Platonis Timaeum Commentaria 3.288.2

Proclus, In Platonis Timaeum Commentaria, 3.288.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.288.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.288.2

θεῶν, αὕτη δὲ διηγήσει ἔοικεν ὧν εἶπεν ἐκεῖ πρὸς τὰς ψυχὰς λόγων, ἔνδειξιν ἔχουσα τοῦ τὸν δημιουργὸν πληροῦν μὲν καὶ ταύτας λόγων, ἀλλ’ οὐχ αὐτόθεν, ὡς τοὺς νέους θεούς, καὶ ὁ σκοπὸς ὅπου μὲν λόγων προνοητικῶν ἐκφανσιν, E ὅπου δὲ εἱμαρμένων νόμων περιέχει. τούτων δὲ προειλημμένων ἐπὶ τὰ πράγματα μεταβάντες λέγομεν, ὅτι τὴν εἱμαρμένην οὔτε τὴν μερικὴν φύσιν ῥητέον, ὡς τινες ἐκ τοῦ Περιπάτου λέγουσι, καθάπερ Ἀλέξανδρος (ἀσθενὴς γὰρ αὕτη καὶ οὐχ αἰδίος, τὸ δὲ τῆς εἱμαρμένης κράτος πάμμεγά τι καὶ ἄφαρὸς ἀπὸ τῶν κοινῶν ἐννοιῶν προειληφαμεν), οὔτε τὴν τάξιν τῶν κοσμικῶν περιόδων, ὡς Ἀριστοτέλης που λέγει, τὴν παρὰ τὴν τάξιν αὐξῆσιν παρ’ εἰμαρμένην ἀποκαλῶν, ὡς τῷν εἱμαρμένης ὑφέστηκε (καὶ ἄλλο μὲν τὸ τῆς τάξεως αἴτιον, ἄλλο δὲ ἡ τάξις), οὔτε τὴν ἐν σχέσει ψυχήν, ὡς Θεόδωρος (οὐδὲ γὰρ ἔστι τὴν ἀρχὴν τοιοῦτον ζωῆς εἶδος ἐν τοῖς ὅλοις), οὔτε τὴν φύσιν ἀπλῶς, ὡς Πορφύριος (πολλὰ γὰρ καὶ ὑπερφυσῆ καὶ ἔξω τῆς φύσεως γίνεται παρὰ τῆς εἱμαρμένης, οἷον εὐγένειαι δόξαι πλοῦτοι· ποιαὶ γὰρ φυσικαὶ κινήσεις φέροιντο ἂν τὴν τούτων αἰτίαν;), οὔτε ὁ νοῦς τοῦ παντός, ὡς ποῦ φησι πάλιν Ἀριστοτέλης, εἴπερ ἐκείνου τὸ Περὶ κόσμου βιβλίον· ὁ γὰρ νοῦς ἀθρόως πάντα ποιεῖ ἢ ποιεῖ καὶ οὐδὲν δεῖται τῆς κατὰ τινα περίοδον καὶ συνεχῆ καὶ εὐτάκτον εἰρμὸν F προιοῦσης διοικήσεως, τοῦτο δὲ εἱμαρμένης ἴδιον, ὁ τῶν πολλῶν αἰτίων εἱρμός, ἡ τάξις, ἡ περιοδικὴ ποίησις. ἀλλ’ εἰ δεῖ τὸ ὅλον αὐτῆς εἶδος συντόμως περιλαβεῖν, φύσιν μὲν αὐτὴν κατὰ τὸ ὑποκείμενον ῥητέον, ἐντεῦθεν δὲ καὶ πεπληρωμένην ἐλλάμψεων θείων, νοερὸν, ψυχικῶν· τελεῖ γὰρ εἰς αὐτὴν καὶ θεῶν τάξις τῶν μοιριγενετῶν καλουμένων καὶ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
