# In Platonis Timaeum Commentaria 3.293.1

Proclus, In Platonis Timaeum Commentaria, 3.293.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.293.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.293.1

χῆς [τῆς] πρὸς τὸ πᾶν καὶ ἔστιν οἷόν φασί τινες ἡμίσχετος, προιοῦν δὲ ὁ σπῶρος ἡγεμονίαν αὐτῇ μερικωτέραν ἐφίστησι. μετὰ δὲ τὴν σπορὰν μία μὲν ὥρισται γένεσις ἐπὶ πάσης ψυχῆς, δευτέρας δὲ καὶ τρίτας καθόδους λοιπὸν ποιοῦνται κατὰ τὰς ἑαυτῶν αἱρέσεις, μίαν δ’ οὖν κοινὴν πάσαις· δεῖ γὰρ πᾶσαν ψυχὴν εἰς γένεσιν ἐλθεῖν· τοιοῦτον γὰρ τὸ εἶδος τῶν μερικῶν ψυχῶν, ἄνω μένειν ἀτρέπτως οὐ δυνάμενον. κἀνταῦθα λοιπὸν ὑπὸ τοῖς σκήπτροις γίνεται τῆς εἱμαρμένης· δέχονται γὰρ ἐκ τοῦ παντὸς καὶ τὸ θνητὸν εἶδος τῆς ζωῆς καὶ τὸ σῶμα τοῦτο καὶ σχέσιν ἀναλαμβάνουσι πρὸς ταῦτα φυσικὴν, ἀλλ’ εὖ μὲν ζῆσαι δύνανται καὶ ἐνταῦθα καθαρεύειν τῶν ἀπὸ τῆς εἱμαρμένης ἐπαγομένων, καθ’ ὅσον μὴ πολλὴ ἀνάγκη διὰ τὸ σῶμα κοινωνεῖν αὐτοῖς· τί γὰρ πρὸς τὸν ἐν Θαιτῇτῳ [173 CE] κορυφαῖον τὸν οὐρανοῦ τε ὑπεραστρονομοῦντα καὶ μηδὲ ὅπου γῆς ἔστιν εἰδέναι ποιοῦμενον τὰ ἐκ τῆς εἱμαρμένης; ἐπιστρεφόμενον δὲ πρὸς τὸ σῶμα κοινωνεῖν ἀνάγκη ταῖς ἀπὸ ταύτης δόσεσι· κρατηθεῖσαι δὲ ὑπὸ τοῦ θνητοῦ τῆς ζωῆς εἴδους δοῦλαι γίγνονται τῆς εἱμαρμένης· χρῆται γὰρ αὐταῖς ὡς ἀλόγοις τὸ πᾶν. καὶ τοῦτο πάλιν ὑπάρχει μὲν αὐταῖς καὶ ἀφ’ ἑαυτῶν (εἶλοντο γὰρ οὕτως καὶ ἐλόμεναι διαζῶσι τὸν αὐταῖς προέποντα βίον), ὑπάρχει δὲ καὶ ἀπὸ τῶν ὅλων· ἄγεται μὲν γὰρ ἕκαστον ὡς πέφυκε, καὶ πᾶν ζωῆς εἶδος χρείαν τῷ παντὶ πληροῖ, καὶ οὐδὲν ἄτακτον οὐδὲ ἄοριστον ἐν τοῖς ὅλοις ἀφεῖται, πάντα δὲ ἄγεται πρὸς τὸ σύμμετρον τῆς ἑαυτῶν ζωῆς. οὕτω μὲν οὖν αἱ ψυχαὶ κατὰ πρόοδον ἀπὸ τῆς ἀεὶ εὐτάκτου καὶ πρωτίστης ζωῆς προέρχονται διὰ τῶν μέσων βίων ἐπὶ τὴν ἔσχατην καὶ μοιραίαν ζωήν, καὶ ἀπὸ τῆς ὑπὲρ εἱμαρμένην τάξεως ὑπὸ τοῖς τῆς εἱμαρμένης γίγνονται νόμοις καὶ ὑπὸ τὸν θρόνον τῆς Ἀνάγκης ὁδεύεσθαι διὰ τῶν Μοιρῶν. τὴν δὲ ‘πρώτην γένεσιν’, ἣν νῦν ὁ φιλόσοφος παραδίδωσι καὶ ἣν ὁ δημιουργὸς τοὺς εἱμαρμένους νόμους

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
